Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής Ε΄ Ματθαίου

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής Ε΄ Ματθαίου: Ματθ. η΄ 28 – θ΄ 1 (5-7-2026) Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν, λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες, ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον· καὶ ἀπελθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς τὸ πλοῖον, διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
Απόδοση σε νεοελληνική το Ευαγγελικό Ανάγνωσμα της Κυριακής Γ΄ Ματθαίου Τόν καιρόν ἐκεῖνον, ὅταν ἦλθε ὁ Ἰησοῦς στήν ἀντικρινή ὄχθη, στή χώρα τῶν Γεργεσηνῶν, τόν συνάντησαν δύο…



