ORTHODOX HOUSE
⛪ All churches
Sign in
☦ Today Monday, July 27 / July 14 (old style) 🍽 Fast-free day Gregorian calendar ⇄
Greatmartyr and Healer Panteleimon

Правило 66

On the ordination as bishop of any diocese of a clergyman who does not belong to the metropolitan region of which this diocese is part.
This throne has always had the power, at the request of each church, to ordain a bishop, from where he wants and for whom he is asked, calling him by name. However, benevolence moderates this right so as to show respect to the person of each bishop. Therefore, if it turns out that someone has only one presbyter and he is capable of bishopric, then he must give even this one for ordination. And the one who has a larger number of clergy will be encouraged to give him one of them for ordination.
Greek original
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸν λόγον μου προσδέξασθε, ἀδελφοί. Συνέβη πολλάκις αἰτηθῆναί με ἀπὸ ἐκκλησιαστικῶν ἐνδεομένων διακόνων, ἢ πρεσβυτέρων, ἢ ἐπισκόπων· καὶ ὅμως μεμνημένος τῶν ὁρισθέντων, τούτοις ἕπομαι, ὥστε συνελθεῖν με τῷ ἐπισκόπῳ αὐτοῦ τοῦ ζητουμένου κληρικοῦ, καὶ ταῦτα αὐτῷ ἐμφανίσαι, ὅτι κληρικὸν αὐτοῦ αἰτοῦνται οἱ τῆς οἱασδήποτε ἐκκλησίας. Ἰδοὺ οὖν ἐπὶ τοῦ παρόντος οὐκ ἀντιλέγουσι· διὰ δὲ τὸ μήτε μετὰ ταῦτα συμβῆναι, τουτέστιν, ἐναντιωθῆναί μοι τοὺς ἐν τούτῳ τῷ πράγματι παρ᾽ ἐμοῦ αἰτουμένους, ἐπειδὴ οἴδατε πολλῶν ἐκκλησιῶν καὶ χειροτονιῶν φροντίδα με βαστάζειν, ᾡτινιδήποτε τῶν συνιερέων συνέλθω μετὰ δύο ἢ τριῶν μαρτύρων τῆς ὑμετέρας συγκληρώσεως, ἐὰν ἀκαθοσίωτος εὑρεθείη, δίκαιόν ἐστι κρῖναι τὴν ὑμετέραν ἀγάπην, τί δεῖ ποιῆσαι· ἐγὼ γάρ, ὡς ἴστε ἀδελφοί, κατὰ συγχώρησιν Θεοῦ, πολλῶν ἐκκλησιῶν φροντίδος ἀντέχομαι. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἀεὶ ὑπῆρξεν ἡ αὐθεντία αὕτη τῷ θρόνῳ τούτῳ, ἵνα, ὅθεν θέλει καὶ περὶ οἱουδήποτε προετράπη ὀνόματος, κατὰ τὴν ἐπιθυμίαν ἑκάστης ἐκκλησίας ἐχειροτόνει ἐπίσκοπον. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἡ ἀγαθοθέλεια μεσάζει τὴν ἐξουσίαν· ἦττον γὰρ τολμᾷς, ἤπερ δύνῃ, ἀδελφέ, ἐν τῷ πᾶσιν ἑαυτὸν ἀποδεικνύειν ἀγαθὸν καὶ φιλάνθρωπον· ἔχεις γὰρ τοῦτο ἐν τῇ κρίσει σου, τὸ ἀποθεραπεῦσαι ἑνὸς ἑκάστου ἐπισκόπου τὸ πρόσωπον· ἐν πρώτῃ δὲ καὶ μόνῃ συνελεύσει, εἰ συνίδῃς, τὸ ἐπ᾽ ἐξουσίας ταύτῃ τῇ καθέδρᾳ εἶναι ἐκδικητέον· ἐπειδὴ ἀνάγκην ἔχεις αὐτὸς πάσας τὰς ἐκκλησίας ὑποστηρίζειν. Ὅθεν ἐξουσίαν σοι ἡμεῖς οὐ δίδομεν, ἀλλ᾽ ἐπισφραγίζομεν ταύτην τῇ σῇ προαιρέσει, ὥστε ἐξεῖναι ἀεὶ κρατεῖν ὃν ἂν θέλῃς, καὶ προχειρίζεσθαι προεστῶτας ταῖς ἐκκλησίαις, καὶ ταῖς λοιπαῖς τοὺς ζητούμενους, καὶ ὅθεν συνίδοις. Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Εἶτα, ἐάν τις ἕνα καὶ μόνον ἔχῃ πρεσβύτερον, μὴ ὀφείλει καὶ αὐτὸς ὁ εἷς ἐξ αὐτοῦ ἀφαιρεθῆναι; Αὐρήλιος ἐπίσκοπος εἶπε· Κατὰ συγχώρησιν Θεοῦ δύναται ὁ εἷς ἐπίσκοπος πολλοὺς χειροτονεῖν πρεσβύτερους· πρεσβύτερος δὲ πρὸς ἐπισκοπὴν ἐπιτήδειος δυσχερῶς εὑρίσκεται· διὸ ἐάν τις εὑρεθῇ ἔχων ἕνα μόνον πρεσβύτερον, καὶ αὐτὸν τῇ ἐπισκοπῇ ἐπιτήδειον, καὶ αὐτὸν τὸν ἕνα ὀφείλει δοῦναι πρὸς χειροτονίαν. Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Οὐκοῦν ἐὰν ἄλλος ἐπίσκοπος ἔχῃ πλῆθος κληρικῶν, ὀφείλει μοι τὸ ἕτερον πλῆθος συνελθεῖν. Αὐρήλιος ἐπίσκοπος εἶπε· Δηλαδὴ ὃν τρόπον σὺ τῇ ἑτέρᾳ ἐκκλησίᾳ συνῆλθες, συνωθηθήσεται καὶ ὁ τοὺς πλείονας ἔχων κληρικούς, ἕνα ἐξ αὐτῶν εἰς χειροτονίαν σοι δαψιλεύσασθαι.[1]
Parallel canons
Ап.1516IVВс.5102023Трул.1718Антиох.3Сард.1516Карф.5490
🔑Sign in 📖Prayer Book 🕊Live Prayer 📨Submit news 👥Friends 💬Groups My parish 🕯Virtual church 🙏Prayers by agreement 🗓Calendar ✏️Catechesis 🔔Notifications My subscriptions 🛍Store 💬Support