القانون 61
كفارة لمدة 6 سنوات تقريبًا لمن يلجأ إلى العرافين والسحرة وصانعي الطلاسم.
أما الذين يلجأون إلى الكهنة أو من يسمون رؤساء المئات وأمثالهم، فيكشفون لهم كل ما يريدون معرفته، يخضعون للتوبة لمدة 6 سنوات حسب ما حدده الآباء مؤخرًا عنهم. أولئك الذين يقودون الدببة أو الحيوانات المماثلة إلى تسلية وإيذاء عامة الناس ويعلنون في خطاباتهم الفارغة المغرية عن السعادة والقدر وعلم الأنساب وأشياء كثيرة مماثلة، بالإضافة إلى ما يسمى بصائدي السحاب والسحرة والعرافين والعرافين، يجب أن يخضعوا لنفس الكفارة. أولئك الذين يصرون على ذلك ولا يصلحون أنفسهم ولا يتجنبون هذه الممارسات الوثنية الضارة مصممون على طردهم بالكامل من الكنيسة، كما تأمر القواعد المقدسة. فما هو الشيء المشترك بين النور والظلمة؟ - كما يقول الرسول. أو ما هي العلاقة بين كنيسة الله والأصنام؟ أو ما هو تواطؤ المؤمنين مع الكافر؟ ما هو الاتفاق بين المسيح وبليعال؟ (2 كو 6: 14-16).
الأصل اليوناني
Οἱ μάντεσιν ἑαυτοὺς ἐκδιδόντες, ἢ τοῖς λεγομένοις ἑκατοντάρχοις, ἤ τισι τοιούτοις, ὡς ἂν παρ᾿ ἐκείνων μάθοιεν ὅ,τι ἂν αὐτοῖς ἐκκαλύπτεσθαι βούλοιντο, κατὰ τὰ πρῴην ὑπὸ τῶν Πατέρων περὶ αὐτῶν ὁρισθέντα, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. Τῷ αὐτῷ δὲ τούτῳ ἐπιτιμίῳ καθυποβάλλεσθαι δεῖ, καὶ τοὺς ἄρκτους ἐπισυρομένους, ἢ τοιαῦτα ζῷα, πρὸς παίγνιον καὶ βλάβην τῶν ἁπλούστερων, καὶ τύχην, καὶ εἱμαρμένην, καὶ γενεαλογίαν, καὶ τοιούτων τινῶν ῥημάτων ὄχλον, κατὰ τοὺς τῆς πλάνης λήρους φωνοῦντας, τούς τε λεγομένους νεφοδιώκτας, καὶ γητευτάς, καὶ φυλακτηρίους, καὶ μάντεις. Ἐπιμένοντας δὲ τούτοις, καὶ μὴ μετατιθεμένους, καὶ ἀποφεύγοντας τὰ ὀλέθρια ταῦτα καὶ ἑλληνικὰ ἐπιτηδεύματα, παντάπασιν ἀποῤῥίπτεσθαι τῆς ἐκκλησίας ὁρίζομεν, καθώς καὶ οἱ ἱεροὶ κανόνες διαγορεύουσι. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ὥς φησιν ὁ Ἀπόστολος, ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ.
المواضع الموازية
Трул.65Анкир.24Лаод.36Вас.765728183Григ.Нисск.3