Правило 67
Да епископ може вршити јурисдикцију само у граду и у оним парохијама које су му поверене од сабора, а да уопште не проширује своју власт на друге, оближње парохије.
Сагледано је оно што је својствено сваком епископу, тако да се нико не издваја из општег састава парохија ради добијања свог епископа, осим уз сагласност онога који има власт над њим. Ако допусти да овај крај, добивши дозволу, има свог епископа, нека унапређени не задире у друге крајеве, јер је један крај био одвојен од свеукупности многих, и само је овај био удостојен да добије част посебне епископије.
Грчки изворник
Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· Ἠκούσαμεν ὁρισθέν, ἵνα αἱ παροικίαι μὴ ἀξιῶνται λαμβάνειν ἐπισκόπους, εἰ μὴ κατὰ συναίνεσιν τούτου, ὑφ᾽ ὃν καθίσταντο· ἐν δὲ τῇ χώρᾳ ἡμῶν, κατὰ συγχώρησιν τοῦ ἐξ ἀρχῆς κατέχοντος τὰς διοικήσεις ἐπισκόπου, τινὲς εἰς τὰς αὐτὰς παροικίας χειροτονηθέντες ἐπίσκοποι, ἐαυτοῖς ἔτι μὴν ἑτέρας διεκδικοῦσι. Τοῦτο καὶ κωλυθῆναι τῇ ἀπὸ τῆς ὑμετέρας ἀγάπης κρίσει, καὶ ἀναρτηθῆναι τοῦ λοιποῦ ὀφείλει. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἑκάστῳ ἐπισκόπῳ τὸ πρέπον ἐφυλάχθη, ἵνα ἐκ τῆς συγκτησίας τῶν παροικιῶν μηδὲν ἀποδρεφθείη πρὸς τὸ ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰ μὴ κατὰ συναίνεσιν τοῦ τὴν ἐξουσίαν ἔχοντος· ἐὰν δὲ αὐτὸς παραχωρήσῃ, ὥστε τὴν αὐτὴν διοίκησιν ἐπιτραπεῖσαν ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰς τὰς λοιπὰς τὸν προχειρισθέντα μὴ ἐπιβαλέσθαι διοικήσεις, διότι μία ἐκ τοῦ σώματος τῶν πολλῶν ἀφαιρεθεῖσα, αὐτὴ καὶ μόνη ἠξιώθη τιμὴν ἰδίας ἐπισκοπῆς ἀναδέξασθαι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Οὐκ ἀμφιβάλλω τῇ πάντων ὑμῶν ἀγάπῃ ἀρέσκειν, ὥστε τὸν κατὰ τὴν συγχώρησιν τοῦ προτέρου ἐπισκόπου ἐν τῇ διοικήσει προχειρισθέντα ἐπίσκοπον, μόνον αὐτὸν κατέχειν τὸν λαὸν εἰς ὃν ἐχειροτονήθη. Ἐπειδὴ οὖν πάντα νομίζω εἶναι τετρακταϊσμένα, ἐὰν πάντα στοιχῇ τῷ λογισμῷ ὑμῶν, πάντα βεβαιώσατε τῇ ὑμετέρᾳ ἐκφωνήσει. Πάντες οἱ ἐπίσκοποι εἶπον· Πᾶσιν ἡμῖν ταῦτα ἤρεσε, καὶ τῇ ἡμετέρᾳ ὑπογραφῇ ταῦτα βεβαιοῦμεν· καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐκκλησίας Καρχηδόνος τῷ παρόντι δεκρέτῳ συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.[1]
Паралелна места
Ап.3134IВс.8IIВс.6IIIВс.3IVВс.1718Трул.25313438Анкир.13Неокес.14Антиох.510Лаод.57Сард.614Карф.10115398Двукр.131415