Правило 65
Про те, що жоден єпископ не повинен приймати і висвячувати у своїй церкві клірика, що належить юрисдикції іншого єпископа.
Жоден єпископ нехай не привласнює чужого клірика без дозволу його колишнього єпископа, інакше нехай не вступає в спілкування з чужими.
Грецький первотвір
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἐν πολλαῖς συνόδοις τοῦτο ὁρισθέν, καὶ νῦν ἔτι μὴν ἐκ τῆς ὑμετέρας ἐβεβαιώθη συνέσεως, μακαριώτατοι ἀδελφοί, ὥστε μηδένα ἐπίσκοπον ἰδιοποιεῖσθαι ἀλλότριον κληρικόν, παρὰ τὴν κρίσιν τοῦ προτέρου αὐτοῦ ἐπισκόπου. Ἀναφέρω δὲ Ἰουλιανὸν ἀχαρίστως ἐνεχθέντα περὶ τὰς διὰ τῆς ἐμῆς βραχύτητος εἰς αὐτὸν σωρευθείσας τοσαῦτας τοῦ Θεοῦ εὐεργεσίας, καὶ οὕτω προπετῶς καὶ τολμηρῶς διαγενόμενον, ὥστε τὸν ἀπὸ νηπίας ἡλικίας ὑπ᾽ ἐμοῦ βαπτισθέντα, τὸν καὶ διὰ πολλὴν ἔνδειαν ἐξ αὐτοῦ παρατεθέντα μοί, καὶ ἐπὶ πολλὰ ἔτη ἐξ ἐμοῦ τραφέντα καὶ αὐξηθέντα, τόν, ὡς εἶπον, ἐν τῇ ἐμῇ ἐκκλησίᾳ τῇ χειρὶ τῆς ἐμῆς μετριότητος βαπτισθέντα, καὶ δεικνύμενον ἐν τῇ τῶν Μαπαλιτῶν παροικίᾳ ἀναγνώστην γενόμενον, καὶ ἐπὶ δύο ἔτη ἐκεῖσε ἀναγινώσκοντα, τοῦτον, οὐκ οἶδα ποίᾳ καταφρονήσει τῆς ἐμῆς μετριότητος, ἀφαρπάσαι τὸν αὐτὸν Ἰουλιανόν, καὶ λέγειν πολίτην τοῦ διαφέροντος αὐτῷ Βαζαριτανοῦ τόπου, καὶ παρὰ τὴν ἐμὴν γνώμην τοῦτῳ κατακεχρῆσθαι· καὶ γὰρ καὶ διάκονον τοῦτον ἐχειροτόνησε. Τοῦτο εἰ ἔξεστι, γνωσθῇ ἡμῖν ἡ τοιαύτη ἄδεια, μακαριώτατοι ἀδελφοί· εἰ δὲ μή γε, τὸ οὕτως ἀναιδὲς κωλυθῇ, ἵνα μὴ ὁ λεχθεῖς Ἰουλιανὸς ἐπικοινωνῇ ἀλλοτρίοις. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἐὰν μὴ ἐρωτηθείσης, μηδὲ αἰτηθείσης τῆς σῆς ἀξίας, φανείη τοῦτο πράξας Ἰουλιανός, κρίνομεν πάντες ἀδίκως γινόμενον καὶ μὴ ἀξίως. Διὸ εἰ μὴ ὁ αὐτὸς Ἰουλιανὸς διορθώσηται τὴν οἰκείαν πλάνην, καὶ μετ᾽ ἀποθεραπεύσεως τῷ ὑμετέρῳ λαῷ τὸν αὐτὸν ἀποκαταστήσῃ κληρικόν, ὃν ἐτόλμησε χειροτονῆσαι κατὰ τῶν ὁρισθέντων τῇ συνόδῳ πράττων, καὶ χωρισθεὶς ἀφ᾽ ἡμῶν, τῆς οἰκείας μονοτονίας ἀπενέγκοι τὴν κρίσιν. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ὁ κατὰ τὴν κεῖραν πατήρ, καὶ αὐτῇ τῇ προκοπῇ ἀρχαιότατος καὶ ἐπαινετὸς ἀνήρ, ὁ ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν Βίκτωρ, τὴν αἴτησιν ταύτην γενικὴν βούλεται ἐπὶ πᾶσιν ἐκτελεσθῆναι.[1]
Паралельні місця
Ап.1535IВс.1516IVВс.5102023Трул.1718Антиох.3Сард.1516Карф.5090