ORTHODOX HOUSE
⛪ Сите Цркви
Најава
☦ Денес понеделник, 14 септември / 1 септември (стар стил) 🍽 Нема пост јулијански календар ⇄
Црковна Нова Година

Правило 64

За исфрлањето на презвитерите и епископите кои ги надминуваат нивните територијални и моќни овластувања.
Светиот собор на многу собори утврдил дека луѓето кои во парохиите им се потчинети на епископите и никогаш немале свој епископ, без согласност на епископот на кој првично му се потчинети, да не примаат свои управители, односно епископи. Зашто некои, како што знаеме, постигнувајќи некаква доминација со насилство, се оддалечуваат од комуникацијата со браќата; кога се обесчестени, тие, како по право на долгогодишна доминација, ја бранат својата моќ. Исто така, многу презвитери, арогантни и налудничави, креваат врат против сопствените епископи, поттикнувајќи го народот со гозби и злонамерни совети, со својата неуредно расположба, да се постават како владетели. Затоа, ние сме должни да се бориме против нив на секој можен начин, за да не ги задржат не само таквите области, туку и нивните цркви, кои им преминале незаконски; и дека тие треба да бидат јавно избркани од власта на властите и отстранети од самото столче на лидерите.
Грчки изворник
Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἐν πολλαῖς συνόδοις ὥρισται συνεδρίῳ ἱερατικῷ, ἵνα τὰ πλήθη τὰ ἐν ταῖς παροικίαις ἀπὸ τῶν ἐπισκόπων κατεχόμενα, τὰ ἴδιον ἐπίσκοπον μηδέποτε ἐσχηκότα, εἰ μὴ κατὰ συναίνεσιν τοῦ ἐπισκόπου, παρ᾽ οὗ ἐξ ἀρχῆς κατέχονται, μὴ λαμβάνοιεν ἰθυντὰς ἰδίους, τουτέστιν ἐπισκόπους· ἐπειδή τινες δηλαδὴ τυραννίδος τινὸς ἐπιτετυχηκότες, τὴν τῶν ἀδελφῶν κοινωνίαν ἀποστρέφονται· καὶ ὅταν δὲ ἀποφαυλισθῶσιν, ὡσανεί τινι παλαιᾷ τυραννίδι δεσποτείας ἑαυτοῖς ἐκδικοῦσι· πολλοὶ δὲ καὶ ἐκ τῶν πρεσβυτέρων φυσιούμενοι καὶ μωροί, τοὺς αὐχένας ἐπανιστῶσι κατὰ τῶν οἰκείων ἐπισκόπων, τὸ πλῆθος συμποσίοις καὶ κακοθελέσι συμβουλίοις διαγείροντες, ὡς ἀτάκτῳ εὔνοίᾳ τούτους ἑαυτοῖς ἰθυντὰς καθιστάνειν· τοῦτο δὲ ἐπισήμως εὐκταῖον παρὰ τῆς ὑμετέρας κατέχομεν διανοίας, πιστότατε ἀδελφὲ Αὐρήλιε, ὅτι πολλάκις τὰς τοιαύτας ὁρμὰς μὴ προσδεχόμενος ἐκώλυσας. Διὰ δὲ τὰς τῶν τοιούτων κακοθελεῖς ἐννοίας, καὶ τὰ φαύλως συμφρονούμενα βουλεύματα τοῦτο λέγω, μὴ ὀφείλειν ἴδιον καθηγητὴν δέξασθαι τὸ πλῆθος τὸ ἐν τῇ λεγομένῃ παροικίᾳ ὑποκείμενον ἀρχαίῳ ἐπισκόπῳ, καὶ μηδέποτε ἴδιον ἐπίσκοπον ἐσχηκώς. Διό, ἐὰν συμπάσῃ τῇ ἁγιωτάτῃ συνόδῳ ἀρέσκῃ τὸ παρ᾽ ἐμοῦ, βεβαιωθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν τῇ ἐξακολουθήσει οὐκ ἀνθίσταμαι, ἀλλὰ τοῦτο ἐμὲ καὶ πεποιηκότα καὶ ποιήσοντα ὁμολογῶ, δηλαδὴ περὶ τοὺς ὁμονοοῦντας, οὐ μόνον τῇ ἐν Καρχηδόνι ἐκκλησίᾳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ ἱερατικῇ συγκληρώσει. Εἰσὶ γὰρ πλεῖστοι συμπνέοντες τοῖς οἰκείοις πλήθεσιν, ἅτινα, ὡς λέλεκται, ἀπατῶσι κνήθοντες τὰς ἀκοὰς αὐτῶν, καὶ κολακεύοντες πρὸς ἑαυτοὺς ἀνθρώπους κατεγνωσμένου βίου· μᾶλλον δὲ φυσιούμενοι, καὶ ἐκ τῆς συγκληρώσεως ταύτης ἑαυτοὺς χωρίζοντες, οἵτινες τῷ ἰδῖῳ πλήθει ἐπερειδόμενοι, πολλάκις συγκληθέντες ἐλθεῖν εἰς σύνδον παραιτοῦνται, ὡς φοβούμενοι μήπως τὰ τούτων ἀτοπήματα φανερωθῶσι. Λέγω οὖν, ἐὰν δοκῇ, ὀφείλομεν παντὶ τρόπῳ ἀγωνίσασθαι, τούτοις μὴ μόνον τὰς τοιαύτας διοικήσεις μὴ φυλάττεσθαι, ἀλλὰ μηδὲ τὰς οἰκείας ἐκκλησίας τὰς κακῶς εἰς αὐτοὺς περιελθούσας, καὶ ἵνα αὐθεντικῶς δημοσίᾳ ἐκβάλλωνται, καὶ αὐτῇ τῇ τῶν πρωτευόντων καθέδρᾳ ἀποκινῶνται. Χρὴ γὰρ τοὺς σύμπασι τοῖς ἀδελφοῖς καὶ ὅλῃ τῇ συνόδῳ προσκολλωμένους, μὴ μόνον τὴν οἰκείαν κατέχειν δικαίως καθέδραν, ἀλλ᾽ ἔτι μὴν τὰς τοιαύτας διοικήσεις κεκτῆσθαι, τοὺς δὲ δοκοῦντας τοῖς ἰδίοις ὄχλοις ἀρκεῖσθαι, καὶ τῆς ἀδελφικῆς ἀγάπης καταφρονοῦντας, μὴ μόνον τὰς διοικήσεις ἀπολλύειν, ἀλλ᾽ ἔτι μήν, ὡς εἶπον, καὶ τῶν οἰκείων τόπων ἀρχοντικῇ στερεῖσθαι ὡς ἀντάρτας δυναστείᾳ. Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Ἡ μεγίστη πρόνοια τῆς ὑμετέρας ἁγιωσύνης ταῖς πάντων διανοίαις ἐνεκαθέσθη, καὶ λογιζόμεθα ὀφείλειν τῇ πάντων ἀποκρίσει βεβαιωθῆναι τὴν ὑμετέραν ἐξακολούθησιν. Σύμπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει, ἀρέσκει.[1]
Паралелни места
Ап.3134IВс.8IIВс.6IIIВс.3IVВс.1718Трул.25313438Анкир.13Неокес.14Гангр.6Антиох.510Лаод.57Сард.614Карф.101156Двукр.131415
🔑Најава 📖Молитвеник 🕊Жива молитва 📨Испрати вест 👥Пријатели 💬Групи Мојата парохија 🕯Виртуелен храм 🙏Молитви по договор 🗓Календар Житија на светиите ✏️Катихеза 🔔Известувања Моите претплати 🛍Продавница 💬Поддршка