Canon 63
Sur la nécessité pour l'évêque de visiter sa région reculée de Mauritanie.
Во время проведения Собора мы обязаны посещать каждую епископскую область.
Original grec
Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν διὰ λόγου ἐντέταλται, ὥστε καὶ ἡμᾶς καταξιῶσαι τὸ ὁρισθὲν ὑπὸ τῆς ἐν Ἱππῶνι συνόδου ὀφείλειν ἑκάστην ἐπαρχίαν ἐν τῷ καιρῷ τῆς συνόδου ἐπισκέπτεσθαι, καὶ ὅτι ἐν τούτῳ καὶ τῷ ἄλλῳ ἐνιαυτῷ ὑπερέθεσθε κατὰ τάξιν ἐπισκέψασθαι τὴν Μαυριτανίαν. Αὐρήλιος ἐπίσκοπος εἶπε· Τότε περὶ τῆς τῶν Μαυριτανῶν χώρας οὐδὲν ὡρίσαμεν, διὰ τὸ εἰς τὰ τέλη τῆς Ἀφρικῆς κεῖσθαι αὐτήν, καὶ ὅτι τῷ βαρβαρικῷ παράκειται· ὁ δὲ Θεὸς παράσχοι ἐκ περιουσίας δύνασθαι ἡμᾶς καὶ μὴ ἐπαγγειλαμένους τοῦτο ποιεῖν, καὶ παραγίνεσθαι εἰς τὴν χώραν ὑμῶν. Ὀφείλετε γὰρ ἐννοεῖν, ἀδελφοί, ὅτι ἐὰν λογισμὸς ἀπαιτῇ τοῦτο, περὶ ἑαυτῶν διεξελθεῖν ἠδύναντο καὶ οἱ Τριπολιτανοὶ καὶ οἱ Ἀρζουϊτανοὶ ἀδελφοί.[1]