Правило 62
О обявувањето на датата на празнување на Пасха во епархиите Африкаанска Црква преку нивните представители на годишниот собор.
Мора да се состануваме годишно за конференции; а кога ќе се собереме, тогаш преку претставниците кои ќе бидат на Соборот ќе се објави денот на Светиот Велигден.
Грчки изворник
Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· Ἐπειδὴ τὰ ἐν τῷ κομμονιτωρίῳ ἡμῶν πάντα δεῖ συζεῦξαι, προστίθεμεν ἔτι μὴν ἐνταλὲν ἡμῖν περὶ τῆς ἡμέρας τοῦ Πάσχα, ἵνα κατὰ τὸ εἰωθὸς ἀπὸ τῆς ἐκκλησίας Καρχηδόνος ἀεὶ παρασκευαζώμεθα καὶ μὴ ἐν στενῷ τοῦ χρόνου διαστήματι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐὰν δοκῇ τῇ ἁγιωσύνῃ ὑμῶν, ἐπειδὴ μεμνήμεθα ἤδη ἐκ πολλοῦ ὑμᾶς ἐπαγγειλαμένους, ὥστε ἐν ἐκάστοις ἐνιαυτοῖς συνέρχεσθαι πρὸς τὸ συζητεῖν, ὅταν εἰς ἓν συνέλθωμεν, τότε διαδοθήσεται τοῦ ἁγίου Πάσχα ἡ ἡμέρα διὰ τῶν εὑρεθησομένων ἐν τῇ συνόδῳ τοποτηρητῶν. Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Νῦν διὰ τῆς παρούσης συνελεύσεως αἰτοῦμεν, ἵνα γράμμασι τυπῶσαι τὰς ἡμετέρας ἐπαρχίας καταξιώσητε. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἀναγκαῖόν ἐστι οὕτω γενέσθαι.[1]
Паралелни места
Ап.7647071IIВс.7Трул.11Лаод.73738Карф.3473106