ORTHODOX HOUSE
⛪ Të gjitha Kishat
Hyr
☦ Sot e hënë, 14 shtator / 1 shtator (stili i vjetër) ☦ Agjërim i rreptë kalendari gregorian ⇄
Lartësimi (Ngritja) e Kryqit të Çmuar

Kanoni 60

Priposhtia për një numër i pak të tri biskopës për përfundimin e rregullimit të biskops.
Le të respektohet rendi i lashtë: për shugurimin e ipeshkvijve duhen të paktën 3 peshkopë, siç përcaktohet.
Origjinali greqisht
Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν ἐνετάλη, ἐπειδὴ ἐκ τοῦ πλησίον ἀδελφοὶ ἡμῶν δύο ἐπίσκοποι τῆς Νουμιδίας χειροτονῆσαι ἐτόλμησαν ἱερέα, κρίνατε μὴ γενέσθαι χειροτονίας ἐπισκόπων, εἰ μὴ ἀπὸ δώδεκα. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ὁ ἀρχαῖος τύπος φυλαχθήσεται, ἵνα μὴ ἥττονες τριῶν τῶν ὁρισθέντων εἰς χειροτονίαν ἐπισκόπων ἀρκέσωσι· διότι ἐν Τριπόλει τυχὸν καὶ ἐν Ἀρζουΐῃ δῆλον ὡς παρέγκεινται βάρβαρα ἔθνη· ἐν Τριπόλει δὲ πέντε καὶ μόνοι εἰσίν, ὡς γινώσκετε, ἐπίσκοποι· καὶ δυνατὸν ἐξ αὐτοῦ πολλάκις τοῦ ἀριθμοῦ τοὺς δύο ἀνάγκῃ τινὶ κατέχεσθαι. Δυσχερὲς γὰρ ἐστιν ἐξ οἱουδήποτε ἀριθμοῦ πάντας δύνασθαι ἀπαντῆσαι· μὴ ὀφείλει τοῦτο αὐτὸ παρεμποδῶν εἶναι τῷ χρησίμῳ τῆς ἐκκλησίας· καὶ γὰρ εἰς ταύτην τὴν ἐκκλησίαν, εἰς ἣν κατηξίωσεν ἡ ὑμετέρα συνελθεῖν ἁγιωσύνη, συχνῶς καὶ σχεδὸν κατὰ Κυριακὴν χειροτονουμένους ἔχομεν. Μὴ ἄρα δύναμαι συνεχῶς δώδεκα ἢ δέκα, ἢ οὐχὶ πολὺ ἐλάττους συγκαλεῖν ἐπισκόπους; δύο δὲ γείτονας προσζεῦξαι εὐχερὲς ἐστι τῇ ἐμῇ βραχύτητι. Διὸ ὁρᾷ σὺν ἐμοὶ ἡ ὑμετέρα ἀγάπη, τοῦτο αὐτὸ μὴ δύνασθαι παραφυλαχθῆναι.[1]
Vendet paralele
IВс.4VIIВс.3Антиох.1923Лаод.12Сард.6Карф.1315
🔑Hyr 📖Libri i lutjeve 🕊Lutje drejtpërdrejt 📨Dërgo lajm 👥Miqtë 💬Grupet Famullia ime 🕯Kisha virtuale 🙏Lutje me marrëveshje 🗓Kalendari Jetët e shenjtorëve ✏️Katekizëm 🔔Njoftime Abonimet e mia 🛍Dyqani 💬Mbështetje