Canonul 58
Despre faptul că Liturghia Eternă ar trebui să fie celebrată în jezuit.
Am auzit de studiul credinței de la Niceea: în ceea ce privește Sfintele Taine, care nu se săvârșesc după mâncare, este adevărat că trebuie oferite, așa cum trebuie, de către cei care nu au mâncat. A fost aprobat atunci.
Originalul grec
Τούτων δὲ ἐναρχθέντων, Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι τῆς Μαυριτανίας Σιτιφένσης χώρας, εἶπον· Ἐκ πολλοῦ, ὅτε πρὸς τὴν ὑμετέραν ἁγιωσύνην ἀπεστελλόμεθα, τὰ γραφέντα ὑπερεθέμεθα ταύτῃ τῇ κατανοήσει, ὅτι προσεδοκῶμεν ἀδελφοὺς ἡμῶν παραγενέσθαι τοποτηρητὰς Νουμιδίας· ἀλλ᾽ ἐπειδὴ οὐκ ὀλίγαι ἡμέραι εἰσίν, ἀφοῦ οἱ προσδοκώμενοι οὐδαμῶς κατέλαβον, περαιτέρω παριδεῖν τὰ ἐνταλέντα ἡμῖν ἀπὸ τῶν συνεπισκόπων οὐ δεῖ· καὶ διὰ τοῦτο, ἀδελφοί, τὴν ἀναφορὰν ἡμῶν προθύμως εἰσδέξασθε· περὶ τῆς πίστεως γὰρ τοῦ ἐν Νίκαιᾳ τρακτάτου ἠκούσαμεν· ἀληθές ἐστι περὶ τῶν γινομένων μετὰ τὸ ἄριστον ἁγίων, ἵνα ἀπὸ νηστικῶν, ὡς ἐστὶν ἄξιον, προσφέρωνται, καὶ τότε ἐβεβαιώθη.[1]
Locuri paralele
Трул.29Анкир.3Карф.14157666768699192939499117118119124Вас.1