القانون 33
قائمة بجميع كتب الكتاب المقدس التي ينبغي الاعتراف بها على أنها قانونية للقراءة في الكنيسة.
وتقرر عدم قراءة أي شيء في الكنيسة تحت اسم الكتب الإلهية إلا الكتب القانونية. الكتب المقدسة هي التكوين، الخروج، اللاويين، العدد، التثنية، يشوع، القضاة، 4 أسفار ملوك، 2 أخبار الأيام، أيوب، المزامير، 4 أسفار سليمان، 12 سفر للأنبياء، إشعياء، إرميا، حزقيال، دانيال، طوبيا، يهوديت، أستير، 2 أسفار عزرا. العهد الجديد: 4 أناجيل، 1 سفر أعمال الرسل، 14 رسائل بولس، 2 - الرسول بطرس، 3 - الرسول يوحنا، 1 - الرسول يعقوب، 1 - الرسول يهوذا، رؤيا يوحنا، 1 كتاب.
الأصل اليوناني
Ὁμοίως ἤρεσεν, ἵνα ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκηται ἐπ᾽ ὀνόματι θείων Γραφῶν. Εἰσὶ δὲ αἱ κανονικαὶ Γραφαὶ αὗται. Γένεσις, Ἔξοδος, Λευϊτικόν, Ἀριθμοί, Δευτερονόμιον, Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταί, Ρούθ, τῶν Βασιλειῶν βίβλοι τέσσαρες, τῶν Παραλειπομένων βίβλοι δύο, Ἰώβ, Ψαλτήριον, Σολομῶντος βίβλοι πέντε, τῶν Προφητῶν βίβλοι δώδεκα, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ, Τωβίας, Ἰουδήθ, Ἐσθήρ, Ἔσδρα βίβλοι δύο· τῆς Νέας Διαθήκης· Εὐαγγέλια τέσσαρα, Πράξεων τῶν Ἀποστόλων βίβλος μία, ἐπιστολαὶ Παύλου δεκατέσσαρες, Πέτρου Ἀποστόλου δύο, Ἰωάννου Ἀποστόλου τρεῖς, Ἰακώβου Ἀποστόλου μία, Ἰούδα Ἀποστόλου μία, Ἀποκαλύψεως Ἰωάννου βίβλος μία. Τοῦτο δὲ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν Βονιφατίῳ, καὶ τοῖς ἄλλοις τῶν αὐτῶν μερῶν ἐπισκόποις, πρὸς βεβαίωσιν τοῦ προκειμένου κανόνος γνωρισθῇ, ἐπειδὴ παρὰ τῶν Πατέρων ἐν τῇ ἐκκλησίᾳ ταῦτα ἀναγνωστέα παρελάβομεν.[1]
المواضع الموازية
Ап.6085Лаод.60Афанас.2Григ.Б.1Амфил.1