القانون 142
حول ضرورة انتخاب نواب بسبب اشتكاء العديد من الأساقفة من صعوبة الاستمرار في الإقامة في قرطاج.
وفي نهاية بعض الأمور، إذ اشتكى كثير من الأساقفة من استمرار الاجتماعات، لاستكمال أمور أخرى، ولم يحتملوا ذلك، مسرعين إلى كنائسهم، أراد المجمع كله أن ينتخبوا من بين الجميع، من كل إقليم، من يجب أن يبقى لاستكمال الأمور الأخرى. وقد تم ذلك.
الأصل اليوناني
Καὶ ἐπελέγησαν, ἐκ τῆς ἐν Καρχηδόνι ἐκκλησίας, Βικέντιος, Φουρτουνατιανός, καὶ Κλάρος· ἐκ τῆς Νουμιδικῆς ἐπαρχίας, Ἀλύπιος, Αὐγουστῖνος, καὶ Ῥεστιτοῦτος· ἐκ τῆς Βυζακηνῆς ἐπαρχίας, μετὰ τοῦ ἁγιωτάτου γέροντος Δονατιανοῦ τοῦ πρωτεύοντος, Κρεσκώνιος, Ἰουκοῦνδος, καὶ Αἰμιλιανός· ἐκ τῆς Μαυριτανίας Σιτιφένσης, Σεβηριανός, Ἀσιατικός, καὶ Δονάτος· ἐκ τῆς Τριπολιτιανῆς ἐπαρχίας, Πλαύτιος, ὁ κατὰ τὸ ἔθος εἰς τοποτηρησίαν πεμθείς· οἵτινες πάντες μετὰ τοῦ ἁγιωτάτου γέροντος Αὐρηλίου σύμπαντα σκοπήσουσιν· ἀφ᾽ οὗ ᾔτησε σύμπασα ἡ σύνοδος, ἵνα πᾶσιν εἴτε πεπραγμένοις τοῖς ἤδη ἐκτελεσθεῖσιν, εἴτε ἐπιστολαῖς, αὐτὸς ὑπογράψῃ. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας, τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.[1]