Правило 113
Про суд за скаргою на єпископа Маврентія у зв'язку з відсутністю його обвинувачів.
Єпископ Маврентій сказав: «Прошу призначити суддями найсвятішого Ксантіппа, найсвятішого Августина, Флорентіна, Феасія, Сампсихія, Секунда та Посидія. Наказайте ухвалити це заради мене». Святий Собор погодився призначити просимих суддів. Решту суддів, необхідних для заповнення числа, старець Ксантіпп надасть обрати самим старцям нової Німеччини.
Грецький первотвір
Κατὰ τὴν ἀναφορὰν καὶ αἴτησιν τοῦ ἐπισκόπου Μαυρεντίου, ἀναγνωσθέντος τοῦ σχεδαρίου, ὅπερ προσήνεγκε Πλακέντιος ὁ ἐπίσκοπος, ὁ τὸ πρόσωπον τοῦ τοποτηρητοῦ τῶν Νουμιδιῶν ἀναπληρῶν, ὅπερ κατὰ τὴν γνώμην τοῦ αὐτοῦ Πλακεντίου ἀνεγνώσθη ἐνώπιον τῶν ἐπισκόπων, καὶ ζητηθέντων πρὸ τῶν θυρῶν τῶν λεγομένων παρεστάναι διακόνων, τουτέστι τῶν γερόντων τῶν ἀπὸ τῆς νέας Γερμανοῦ, καὶ μηδαμῶς εὑρεθέντων, καὶ δεύτερον καὶ τρίτον ζητηθέντων, ἔκρινε διὰ τοῦτο ἡ ἁγία σύνοδος, ὥστε γράμματα πρὸς τὸν αὐτὸν γέροντα Σάγκτιππον ἐκπεμφθῆναι διὰ τὸ γνῶναι, ὅτι οὐ προαιρέσει τοῦ μνημονευθέντος λαοῦ ὕβρει ὑποπέπτωκεν ὁ ἐπίσκοπος. Μαυρέντιος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ περ ἐζητήθησαν οἱ γέροντες οἱ ἀπὸ νέας Γερμανοῦ δεύτερον καὶ τρίτον, καὶ οὐχ εὑρέθησαν, οἷς ἦν παραγγελθὲν ἀπὸ τοῦ πρωτεύοντος πρὸς τὴν νῦν ἐν ταῖς εἰδοῖς γινομένην προσκυνητὴν σύνοδον ἀπαντῆσαι, τῆς νηστείας ἑαυτῶν ἅπαντες ἐφρόντισαν· καὶ διὰ τοῦτο κρίνῃ ἡ ὑμετέρα ἁγιωσύνη περὶ τούτου τοῦ πράγματος, ἀναιτίως μὴ συντριβῆναί με τῇ ἐπιμονῇ τῆς ἐκείνων συκοφαντίας. Ἡ ἁγία σύνοδος ὥρισεν ὀφείλειν μὲν κατὰ τὴν ἱερατικὴν κρίσιν ἐκ τῆς συνόδου ταύτης κατὰ τῶν μονοτονούντων ψῆφον ἐκφέρεσθαι· ἀλλ᾽ ἐπειδὴ ἡμερότητα ἐκκλησιαστικὴν δεῖ φυλάττειν ἐν ὅλοις τοῖς πράγμασιν, ἐπεσχέθησαν γράμματα πρὸς τὸν γέροντα Σάγκτιππον, ὅπως γνῷ κριτὰς ἐπιλεγέντας ἀπὸ τῆς συνόδου, τοὺς ὀφείλοντας ἀνυπερθέτως σκοπῆσαι ἐν Θουβουρσικένσῃ τῇ πόλει, πρὸς τὸ ἁρμοδίαν τῷ πράγματι παρασχεθῆναι διάγνωσιν. Μαυρέντιος ἐπίσκοπος εἶπε· Κριτὰς αἰτῶ τὸν ἁγιώτατον γέροντα Σάγκτιππον, Αὐγουστῖνον τὸν ἁγιώτατον, Φλωρεντῖνον, Θεάσιον, Σαμψύχιον, Σεκοῦνδον, καὶ Ποσείδιον· τοῦτο ψηφισθῆναί μοι κελεύσατε. Ἡ ἁγία σύνοδος ἐπένευσε τοὺς ἀπηθέντας κριτὰς· τοὺς λοιποὺς δὲ ἀναγκαίους δικαστὰς πρὸς ἀναπλήρωσιν τοῦ ἀριθμοῦ αὐτοῖς τοῖς ἀπὸ τῆς νέας Γερμανοῦ γέρουσιν ἐπιλέξασθαι ψηφίσεται ὁ γέρων Σάγκτιππος.[1]
Паралельні місця
Ап.74IIВс.6IVВс.9Карф.121596121