Правило 112
О призведување на епископи во земјишта кои се враќаат од донатистите.
Исто така, било пожелно народот, кој никогаш немал свој епископ, воопшто да не го прими, освен со одлука на целиот Собор на секој регион и на водечкиот епископ и со согласност на епископот под чија контрола била оваа Црква.
Грчки изворник
Ἵνα κἀκεῖνοι δηλαδὴ οἱ λαοί, οἱ ἀπὸ τῶν Δονατιστῶν ἐπιστρέφοντες, καὶ ἐπισκόπους ἐσχηκότες παρὰ γνώμην τῆς συνόδου, τούτους ἀναμφιβόλως ἔχειν ἀξιωθῶσιν· οἵτινες δὲ λαοὶ ἐσχήκασιν ἐπίσκοπον, καὶ τούτου τελευτήσαντος οὐκ ἠθέλησαν ἴδιον ἐπίσκοπον ἔχειν, ἀλλὰ πρὸς ἄλλου τινὸς ἐπισκόπου διοίκησιν ἀναδραμεῖν ἀνήκειν, τοῦτο μὴ ὀφείλειν τούτοις ἀρνηθῆναι. Οὐ μὴν ἀλλὰ κἀκεῖνο ἀνηνέχθη, ὅτι οἱ ἐπίσκοποι οἱ πρὸ τοῦ βασιλικοῦ νόμου, τοῦ περὶ ἑνότητος προκομιζομένου, οἵτινες δήποτε πρὸς τὴν καθολικὴν ἐπιστρέψουσι τοὺς λαούς, οὓς εἶχον αὐτοί, τούτους κατέχειν ὀφείλουσι· μετὰ δὲ τὸν νόμον τῆς ἑνότητος καὶ ἐπέκεινα, χρὴ πάσας τὰς ἐκκλησίας καὶ τὰς διοικήσεις αὐτῶν, καὶ ἐάν τινα τυχὸν ὦσι δικαιώματα τοῖς δικαίοις ἀνήκοντα τῶν αὐτῶν ἐκκλησιῶν, διεκδικεῖσθαι ὑπὸ τῶν καθολικῶν ἐπισκόπων, τῶν ἐν τοῖς τόποις ἐκείνοις ἐν οἷς κατείχοντο παρὰ τῶν αἱρετικῶν, εἴτε ἐπιστρεφόντων λοιπὸν πρὸς τὴν καθολικήν, εἴτε μὴ ἐπιστρεφόντων· καὶ ἐὰν τινές τισιν ἐκ τούτου κατεχρήσαντο μετὰ τὸν βασιλικὸν νόμον, ὀφείλει ταῦτα ἀποκαθίστασθαι.[1]
Паралелни места
Ап.38Карф.475766686991929394117118119124