القانون 105
في رسائل إلى الحكام فيما يتعلق بأنشطة الدوناتيين.
بمجرد حدوث الوحدة في قرطاجة، يجب إرسال الرسائل إلى الحكام، وفي الأبرشيات والمدن الأخرى، سيأمر هؤلاء الحكام ببذل الجهود من أجل الوحدة. من كنيسة قرطاجة، باسم أفريقيا كلها، أرسل امتنانًا إلى الغرفة الملكية في رسائل الأساقفة لرفضهم الدوناتيين.
الأصل اليوناني
Ἵνα ἐλευθέρα τοποτηρησία ἐκ πασῶν τῶν ἐπαρχιῶν εἰς τὴν σύνοδον ἀποσταλῇ. Πρὸς Μιζόνιον τοποτηρηταὶ καὶ γράμματα ἀποσταλῆναι παρηγγέλθησαν, διὰ τὸ ὀφείλειν ἐλευθέραν ἐκπέμψαι τοποτηρησίαν. ἵνα, ἐπειδὴ ἐν Καρχηδόνι μόνον ἕνωσις ἐγένετο, πεμφθῶσι γράμματα πρὸς τοὺς ἄρχοντας, ὅπως καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις καὶ πόλεσιν οἱ αὐτοὶ ἄρχοντες σπουδὴν ἐπιχορηγηθῆναι κελεύσωσι τῇ ἑνότητι· ἵνα ἐν Καρχηδόνι εὐχαριστίαι ἀπὸ τῆς ἐκκλησίας ὑπὲρ πάσης τῆς Ἀφρικῆς περὶ τοῦ ἀπελαθῆναι τοὺς Δονατιστὰς μετὰ γραμμάτων τῶν ἐπισκόπων ἐπὶ τὸ κομιτάτον πεμφθῶσι. Γράμματα ἀνεγνώσθησαν Ἰννοκεντίου τοῦ πάπα, ἵνα οἱ ἐπίσκοποι ὡς ἔτυχε πρὸς τὰ περαματικὰ ἀπιέναι μὴ δύνανται· ὅπερ τοῦτο αὐτὸ ταῖς γνώμαις τῶν ἐπισκόπων βεβαιοῦται· ἵνα διὰ τὴν εὐχαριστίαν τὴν περὶ τοῦ διωχθῆναι τοὺς Δονατιστᾶς δύο κληρικοὶ τῆς ἐν Καρχηδόνι ἐκκλησίας ἐπὶ τὸ κομιτάτον πεμφθῶσιν.[1]
المواضع الموازية
Карф.47576667686991929399117118119124