ORTHODOX HOUSE
⛪ جميع الكنائس
تسجيل الدخول
☦ اليوم الاثنين, 14 سبتمبر / 1 سبتمبر (التقويم القديم) ☦ صوم شديد التقويم الغريغوري ⇄
تمجيد (ارتفاع) الصليب الثمين

القانون 103

بشأن الموافقة على نص الاستئناف إلى الدوناتيين.
قال أسقف الكنيسة الكاثوليكية (بلا شك أوريليوس أسقف قرطاجة، رئيس المجمع): تفضل أن تسمع الدعوة التي من أمانتك ترسلها إلى الدوناتيين، وتضمها في أعمالهم، وترسلها إليهم، لكي ينكشف لهم فيما بعد استجابتهم بأعمالك. نحن نتواصل معك قانونيًا، بعد أن تم إرسالنا من مجلسنا الشرعي، راغبين في الابتهاج بتصحيحك. لأننا نعرف محبة الرب: طوبى لصانعي السلام، لأن هؤلاء أبناء الله يدعون (متى 5: 9). لقد تذكر بنفس الطريقة من خلال النبي، وحتى لو كنا لا نريد أن ندعى إخواننا، نقول: نحن إخواننا. ولذلك لا يجب أن تحتقروا هذا، تذكيرنا الذي يأتي من الحب السلمي.

إن كان لديكم شيء من الحق، فلا تترددوا في الدفاع عنه: أي اجمعوا مجمعكم، واختاروا من بينكم من يليق أن تعهدوا إليه بعمل تبريركم: حتى نتمكن نحن أيضًا من أن نفعل نفس الشيء، أي أن يتم اختيار الذين يجب أن يكونوا من مجمعنا مع المنتخبين منكم، في مكان معين وفي زمان معين، لتفحصوا سلميًا كل ما هو موضع شك، وتفصلونكم عن اتصالاتنا، وبعون الرب إلهنا، وإن كان بعد فوات الأوان، دع الخطأ المتحجر ينتهي، حتى لا تهلك النفوس الضعيفة والجاهلة، بعد اليقين البشري، في انقسام تدنيس. لأنك إذا قبلت هذا الأخ، فسوف يظهر الحق بسهولة؛ إذا كنت لا ترغب في القيام بذلك، فسيتم التعرف على عدم إيمانك على الفور.

وبعد قراءة هذه الصورة قال جميع الأساقفة: نحن نتفق تماماً، فليكن.
الأصل اليوناني
Ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας εἶπε· Τὸ παρὰ τῆς αὐθεντίας ἐκείνης τῆς μεγίστης καθέδρας ἡμῖν ἐπιτραπὲν αἰτοῦμεν τὴν ὑμετέραν τιμιότητα ἀναγνωσθῆναι, καὶ εἰς πέρας ἀχθῆναι κελεῦσαι. Ἀναγνωσθείσης δὲ τῆς κελεύσεως καὶ τοῖς πεπραγμένοις ἐντιθεμένης, ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας εἶπε· Τὸ διὰ τῆς ὑμετέρας τιμιότητος πρὸς τοὺς Δονατιστὰς ὀφεῖλον ἀπενεχθῆναι ἐντολικὸν ἀκούσαι, καὶ πεπραγμένοις ἐμβαλεῖν, καὶ πρὸς αὐτοὺς ἀποκομίσαι καταξιώσατε, καὶ τὴν τούτων ἀπόκρισιν πάλιν διὰ τῶν ὑμετέρων πεπραγμένων ἡμῖν ἐμφανίσαι. Συνερχόμεθα ὑμῖν, αὐθεντικῶς ἀποσταλέντες ἐκ τῆς ἡμετέρας καθολικῆς συνόδου, ἐπιθυμοῦντες χαρῆναι περὶ τῆς ὑμετέρας διορθώσεως· ἐπιστάμεθα γὰρ τὴν ἀγάπην τοῦ Κυρίου εἰπόντος· Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται· ὑπέμνησε δὲ καὶ διὰ τοῦ Προφήτου, ὥστε ἔτι μὴν καὶ τοῖς μὴ βουλομένοις λέγεσθαι ἀδελφοῖς ἡμῶν, λέγειν ἡμᾶς, Ἀδελφοὶ ἡμῶν ἐστέ. Ταύτην τοίνυν τὴν ἐξ ἀγάπης εἰρηνικῆς ἐρχομένην ἡμετέραν ἀνάμνησιν ἐξουθενῆσαι οὐκ ὀφείλετε, ἵνα ἐὰν τί ποτε ἀληθείας ἔχειν ἡμᾶς οἴεσθε, ἀντιλαβέσθαι τούτου μὴ ἀμφιβάλητε· τουτέστιν, ἵνα συναχθείσης συνόδου ὑμῶν ἐπιλέξησθε ἐξ ὑμῶν αὐτῶν τοὺς ὀφείλοντας τὸ πρᾶγμα ἐμπιστευθῆναι τῆς τοιαύτης ὑμῶν δικαιολογίας, ὅπως καὶ ἡμεῖς δυνηθῶμεν τὸ αὐτὸ ποιῆσαι· τουτέστιν, ἵνα ἐκ τῆς ἡμετέρας συνόδου ἐπιλεγῶσιν οἱ ὀφείλοντες μετὰ τῶν ἐξ ὑμῶν ἐπιλεγέντων ἐν ὡρισμένῳ τόπῳ καὶ καιρῷ πᾶν τὸ τῆς ζητήσεως ἐχόμενον, τὸ τὴν ὑμετέραν ἀφ᾽ ἡμῶν κοινωνίαν χωρίζον, εἰρηνικῶς ἐξετάσαι, καὶ κἂν ὀψέποτε τῇ βοηθείᾳ Κυρίου τοῦ Θεοῦ ἡμῶν τέλος ἡ παλαιὰ δέξηται πλάνη, μή ποτε διὰ πεῖσμα ἀνθρώπων ἀσθενεῖς ψυχαὶ καὶ ἄπειροι λαοὶ ἱεροσύλῳ τινὶ χωρισμῷ ἀπόλωνται. Ἐὰν γὰρ τοῦτο ἀδελφικὸς καταδέξησθε, εὐχερῶς ἡ ἀλήθεια διαφανήσεται· εἰ δὲ τοῦτο ποιῆσαι μὴ θελήσετε, ἡ ἀπιστία ὑμῶν εὐθέως γνωρισθήσεται. Καὶ ἀναγνωσθέντος τοῦ τοιούτου τύπου, ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πάνυ ἀρέσκει· τοῦτο γενήσεται. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς Καρχηδονίων ἐκκλησίας τῷ παρόντι φηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.[1]
المواضع الموازية
Карф.475766686991939499117118119124
🔑تسجيل الدخول 📖كتاب الصلوات 🕊صلاة مباشرة 📨أرسل خبرًا 👥الأصدقاء 💬المجموعات رعيتي 🕯الكنيسة الافتراضية 🙏صلوات بالاتفاق 🗓التقويم سير القديسين ✏️التعليم المسيحي 🔔الإشعارات اشتراكاتي 🛍المتجر 💬الدعم