Правило 102
О переговорите со предводителите на донатистите.
Ветувањето на сите беше следново: секој од нас се обврзува самостојно да се сретне во својот град со водачите на донатистите или да се соедини со соседот за да се сретне и со нив во секој град и место, со посредство на службениците или владетелите на тие места.
Грчки изворник
Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸ εἰς ψηλάφησιν ἐλθὸν τῆς ὑμετέρας ἀγάπης, λογίζομαι ὀφείλειν τοῖς ἐκκλησιαστικοῖς πεπραγμένοις βεβαιωθῆναι· ἡ γὰρ ὑπόσχεσις πάντων ἡμῶν τοῦτο προεβάλετο, ὀφείλειν ἕνα ἕκαστον ἡμῶν ἐν τῇ ἰδίᾳ πόλει καθ᾽ ἑαυτὸν συνελθεῖν τοῖς ἀρχηγοῖς τῶν Δονατιστῶν, ἢ προσζεῦξαι ἑαυτῷ γείτονα ἕτερον, ἵνα ὁμοίως τοῖς τοιούτοις ἐν ἑκάστῃ πόλει καὶ τόπῳ διὰ τῶν ἀρχόντων, ἢ τῶν πρῶτα φερόντων ἐν τοῖς αὐτοῖς τόποις συνέλθωσι· τοῦτο ἐὰν ἀρέσκῃ πᾶσι, παραγγελθείη. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει, καὶ πάντες τοῦτο τῇ ἡμετέρᾳ ὑπογραφῇ ἐκυρώσαμεν. Αἰτοῦμεν ἔτι μήν, ἵνα ταῖς ἐπιστολαῖς ταῖς ὀφειλούσαις ἐκ τῆς συνόδου πρὸς τοὺς ἄρχοντας ἀποπεμφθῆναι, ὑπὲρ πάντων ἡ σὴ ὑπογράψῃ ἁγιωσύνη. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐὰν δοκῇ τῇ ὑμετέρᾳ ἀγάπῃ, ὁ τύπος τῆς πρὸς ἐκείνους συνελεύσεως ἀναγνωσθείη, ὅπως τοῦτον τὸν τόνον τῆς ἐπακολουθήσεως πάντες, ἐὰν ἀρέσκῃ, κρατήσωμεν. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη. Ἀναγνωσθείη. Λαϊτὸς νοτάριος ἀνέγνῳ.[1]
Паралелни места
Карф.475766686992939499117118119124