ORTHODOX HOUSE
⛪ All churches
Sign in
🎧Live Music ☾
☦ Today Sunday, November 1 / October 19 (old style) 🍽 Fast-free day Gregorian calendar ⇄
Unmercenaries and Wonderworkers Cosmas and Damian · St Theodota, Mother of Cosmas and Damian

Psalms 3

1ψαλμὸς τῷ Δαυιδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ

2κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ

3πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ διάψαλμα

4σὺ δέ κύριε ἀντιλήμπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου

5φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ διάψαλμα

6ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου

7οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι

8ἀνάστα κύριε σῶσόν με ὁ θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας

9τοῦ κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου

Scripture is shown only in published translations — never machine-translated.
🔑Sign in 📖Prayer Book 🕊Live Prayer 📨Submit news 👥Friends 💬Groups ⛪My parish 🕯Virtual church 🙏Prayers by agreement 🗓Calendar ☦Lives of the Saints ✏️Catechesis 📚Library 🌍Orthodox World Review 🎧Live Music ⚖Canons 📜Holy Scripture 🧭Map of Orthodoxy ✅Test yourself 🔔Notifications ➕My subscriptions 🛍Store 💬Support