ORTHODOX HOUSE
⛪ All churches
Sign in
☦ Today Tuesday, September 15 / September 2 (old style) 🍽 Fast-free day Gregorian calendar ⇄
Greatmartyr Nicetas the Goth · Philotheos the Righteous

Psalms 52

1εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τῷ Δαυιδ

2εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιῶν ἀγαθόν

3ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν

4πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιῶν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός

5οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο

6ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων κατῃσχύνθησαν ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς

7τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ

Scripture is shown only in published translations — never machine-translated.
🔑Sign in 📖Prayer Book 🕊Live Prayer 📨Submit news 👥Friends 💬Groups My parish 🕯Virtual church 🙏Prayers by agreement 🗓Calendar Lives of the Saints ✏️Catechesis 🔔Notifications My subscriptions 🛍Store 💬Support