ORTHODOX HOUSE
⛪ All churches
Sign in
🎧Live Music ☾
☦ Today Sunday, November 1 / October 19 (old style) 🍽 Fast-free day Gregorian calendar ⇄
Unmercenaries and Wonderworkers Cosmas and Damian · St Theodota, Mother of Cosmas and Damian

Psalms 1

1μακάριος ἀνήρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν

2ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός

3καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται

4οὐχ οὕτως οἱ ἀσεβεῖς οὐχ οὕτως ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς

5διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων

6ὅτι γινώσκει κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται

Scripture is shown only in published translations — never machine-translated.
🔑Sign in 📖Prayer Book 🕊Live Prayer 📨Submit news 👥Friends 💬Groups ⛪My parish 🕯Virtual church 🙏Prayers by agreement 🗓Calendar ☦Lives of the Saints ✏️Catechesis 📚Library 🌍Orthodox World Review 🎧Live Music ⚖Canons 📜Holy Scripture 🧭Map of Orthodoxy ✅Test yourself 🔔Notifications ➕My subscriptions 🛍Store 💬Support