Psalms 132
Translation: Синодальный переводЦерковнославянская БиблияKing James VersionΜετάφρασις ΒάμβαἙβδομήκοντα (LXX)Переклад КулішаДаничић–КараџићСинодален превод (1925)Traducerea Fidelaترجمة فاندايكSegond 1910Reina-Valera 1909Elberfelder 1905Biblia GdańskaBible kralická
1ᾠδὴ τῶν ἀναβαθμῶν τῷ Δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό
2ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν Ααρων τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ
3ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος
Scripture is shown only in published translations — never machine-translated.