ORTHODOX HOUSE
⛪ All churches
Sign in
☦ Today Monday, September 14 / September 1 (old style) ☦ Strict fast Gregorian calendar ⇄
Exaltation (Elevation) of the Precious Cross

Micah 1

1καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ

2ἀκούσατε λαοί λόγους καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ

3διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς

4καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει

5διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ τίς ἡ ἀσέβεια τοῦ Ιακωβ οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα οὐχὶ Ιερουσαλημ

6καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω

7καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν

8ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων

9ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως Ιερουσαλημ

10οἱ ἐν Γεθ μὴ μεγαλύνεσθε οἱ ἐν Ακιμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν

11κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης

12τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ

13ψόφος ἁρμάτων καὶ ἱππευόντων κατοικοῦσα Λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ Σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ισραηλ

14διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ

15ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικοῦσα Λαχις κληρονομία ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ισραηλ

16ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ

Scripture is shown only in published translations — never machine-translated.
🔑Sign in 📖Prayer Book 🕊Live Prayer 📨Submit news 👥Friends 💬Groups My parish 🕯Virtual church 🙏Prayers by agreement 🗓Calendar Lives of the Saints ✏️Catechesis 🔔Notifications My subscriptions 🛍Store 💬Support