Μητροπολίτης Γέρων Χαλκηδόνος: Η καταληκτήρια ομιλία του Συνεδρίου για την Αγία και Μεγάλη Σύνοδο

Στα πλαίσια του Διεθνούς Επιστημονικού Συνεδρίου με θέμα «Η Αγία και Μεγάλη Σύνοδος της Ορθοδόξου Εκκλησίας (2016–2026): Αποτίμησις καί Προοπτικαί» , μίλησε ο Σεβασμιώτατος Μητροπολίτης Γέρων Χαλκηδόνος κ. Εμμανουήλ, εκφωνώντας την καταληκτήρια ομιλία. Αναλυτικά η ομιλία:
Παναγιώτατε Δέσποτα,
Μακαριώτατε Ἀρχιεπίσκοπε Τιράνων, Δυρραχίου καὶ πάσης Ἀλβανίας κύριε Ἰωάννη,
Σεβασμιώτατοι καὶ Θεοφιλέστατοι ἅγιοι Ἀρχιερεῖς,
Πανοσιολογιώτατοι καὶ Αἰδεσιμολογιώτατοι Πατέρες,
Ὁσιώταται Μοναχαί,
Ἐκλεκτοὶ ἐκπρόσωποι τῶν ἀδελφῶν Χριστιανικῶν Ἐκκλησιῶν,
Ἐλλογιμώτατοι κύριοι καὶ κυρίαι Καθηγηταί,
Ἀγαπητοὶ σύνεδροι,
«Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός» (Μάρκ. 4, 26-27).
Τὴν παραβολὴν ταύτην, ἣν μόνος ἐκ τῶν Εὐαγγελιστῶν διέσωσεν ὁ Μᾶρκος, ἔφερον πολλάκις κατὰ νοῦν, ἀκούων τὰς εἰσηγήσεις τῶν τεσσάρων τούτων ἡμερῶν. Ὁ γεωργὸς αὐτῆς, ῥίψας τὸν σπόρον, ἐπανέρχεται εἰς τὰς λοιπὰς αὐτοῦ ἐργασίας, καθεύδει καὶ ἐγείρεται, καὶ ἐν τῷ μεταξὺ ἡ γῆ, μηδενὸς ἐπισπεύδοντος, ἀποδίδει κατὰ τὴν ἰδίαν αὐτῆς τάξιν «πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη…



