Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής ΙΓ΄ Λουκά

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής Ζ΄ Λουκά: Λουκ. η΄ 18-27 (29-11-2026)
Πρωτότυπο κείμενο Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αὐτόν, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰμὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς· μὴ φονεύσῃς· μὴ κλέψῃς· μὴ ψευδομαρτυρήσῃς· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς, εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι.
Ὁ δὲ ἀκούσας ταῦτα, περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι;
Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
Απόδοση στη νεοελληνική Τόν καιρόν ἐκεῖνον, κάποιος ἄρχοντας ρώτησε τόν Ἰησοῦ καί τοῦ εἶπε: Διδάσκαλε ἀγαθέ, τί πρέπει νά κάνω γιά…



