ORTHODOX HOUSE
Orthodox HousePrayer Book

Ποίηµα Ἀνδρέου Κρήτης. (2)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ’ ὡς ποτὲ τὴν δραχµήν, ἀναζητήσας εὑρέ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, µόνος ἡµάρτηκά σοι, ὡς µύρον δέχου Σωτὴρ κᾀµοῦ τὰ δάκρυα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωµαι, ἀλλ’ ἀποπλύναις κᾀµέ, Σωτὴρ τοῖς δάκρυσί µου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί µοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάµ, ὡς ἐγὼ ἥµαρτέ σοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Οὐ δάκρυα, οὐδὲ µετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός µοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν θύραν σου, µὴ ἀποκλείσῃς µοι τότε, Κύριε, Κύριε, ἀλλ’ ἄνοιξόν µοι αὐτὴν µετανοοῦντί σοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί µε, καὶ δέξαι ὡς ἀγαθός, µετανοοῦντά µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐνώτισαι, τοὺς στεναγµοὺς τῆς ψυχῆς µου, καὶ τῶν ἐµῶν ὀφθαλµῶν, προσδέχου τοὺς σταλαγµούς· Κύριε σῶσόν µε.

Δόξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι.

Τριαδικόν.

Ἕνα σε, ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑµνῶ, τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ Πνεῦµα τὸ ἅγιον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον.

Ἄχραντε, Θεοτόκε Παρθένε µόνη πανύµνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡµᾶς.

Εἱρµὸς Ἕτερος.

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰµι Θεός, ὁ µάννα ἐποµβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήµῳ τῷ λαῷ µου, τῇ µόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐµῇ.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰµι Θεός, ἐνωτίζου ψυχή µου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁµαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τίνι ὡµοιώθης, πολυαµάρτητε ψυχὴ; οἴµοι τῷ πρώτῳ Κάϊν, καὶ τῷ Λάµεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶµα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρµαῖς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πάντας τοὺς πρὸ νόµου, παραδραµοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡµοιώθης, οὐ τὸν Ἐνὼς ἐµιµήσω, οὐ τὸν Ἐνὼχ τῇ µεταθέσει, οὐ τὸν Νῶε, ἀλλ’ ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή µου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔµεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς µώλωπα ἐµοί, καὶ νεανίσκον εἰς τραῦµα, Λάµεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέµεις ὦ ψυχή µου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὢ πῶς ἐζήλωσα, Λάµεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ µου τὸ σῶµα ἀποκτείνας, ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρµαῖς!

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πύργον ἐσοφίσω, οἰκοδοµῆσαι, ὦ ψυχή, καὶ ὀχύρωµα πῆξαι, ταῖς σαῖς ἐπιθυµίαις, εἰµὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ µηχανήµατά σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τέτρωµαι, πέπληγµαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά µου, τὴν ψυχὴν καὶ τὸ σῶµα, ἰδοὺ τὰ τραύµατα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων µου παθῶν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνοµίαν ὀργῶσαν, πυρπολήσας Σοδόµων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ᾧ µέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Γνῶτε καὶ ἴδετε, ὅτι ἐγώ εἰµι Θεός, ὁ ἐρευνῶν καρδίας, καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁµαρτίας, καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρµονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζοµένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὅλῃ προθυµίᾳ, πόθῳ προσέδραµες Χριστῷ, τὴν πρὶν τῆς ἁµαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήµοις ταῖς ἀβάτοις τρεφοµένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἴδωµεν ἴδωµεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου· διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωµεν βοῶντες· Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡµᾶς.

Δόξα. Τριαδικόν.

Ἄναρχε ἄκτιστε, Τριὰς ἀµέριστε Μονάς, µετανοοῦντά µε δέξαι, ἡµαρτηκότα σῶσον, σὸν εἰµι πλάσµα, µὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης µε.

Καὶ νῦν. Θεοτοκίον.

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιµὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήµονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀµοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

ᾨδὴ γʹ. Ὁ Εἱρµός.

Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόµων πρὶν κατέφλεξεν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰς τὸ ὄρος σῴζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φεῦγε ἐµπρησµὸν ὦ ψυχή, φεῦγε Σοδόµων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐξοµολογοῦµαί σοι Σωτήρ. Ἥµαρτόν σοι ἀµέτρως, ἀλλ’ ἄνες ἄφες µοι, ὡς εὔσπλαγχνος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἥµαρτόν σοι µόνος ἐγώ, ἥµαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ µὴ ὑπερίδῃς µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σὺ εἶ ὁ Ποιµὴν ὁ καλός, ζήτησόν µε τὸν ἄρνα, καὶ πλανηθέντα µὴ παρίδῃς µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός µου, ἐν σοὶ Σωτὴρ δικαιωθήσοµαι. Δόξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι.

Τριαδικόν.

Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡµᾶς ἐκ πλάνης, καὶ πειρασµῶν καὶ περιστάσεων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.

Θεοτοκίον.

Χαῖρε θεοδόχε γαστήρ· χαῖρε θρόνε Κυρίου· χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡµῶν.

Εἱρµὸς Ἕτερος.

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν µου, ὅτι µόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πηγὴν ζωῆς κέκτηµαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας µου, πρὸ τοῦ τέλους· Ἥµαρτον ἱλάσθητι σῶσόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐµιµησάµην, τὴν ἐκείνων κληρωσάµενος, καταδίκην, ἐν κατακλυσµῷ καταδύσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµάρτηκα Κύριε, ἡµάρτηκά σοι ἱλάσθητί µοι· οὐ γάρ ἐστιν ὃς τις ἥµαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσµασι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Χὰµ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν µιµησαµένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάµψασα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν εὐλογίαν τοῦ Σήµ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁµαρτίας ψυχή µου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰµ ἐκληρώσατο.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἀβραὰµ ἤκουσας, πάλαι ψυχή µου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόµενον, µετανάστην, τούτου τὴν προαίρεσιν µίµησαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐν τῇ δρυῒ τῇ Μαµβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, µετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραµα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή µου καινὴν θυσίαν, µυστικῶς ὁλοκαρπούµενον, τῷ Κυρίῳ, µίµησαι αὐτοῦ τὴν προαίρεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή µου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύηµα, βλέπε µήπως, ὅµοιόν τι πάθῃς λαγνεύουσα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωµοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσµαήλ, τὴν αὐθάδειαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Ἰακὼβ κλίµακα, ἔγνως ψυχή µου δεικνυοµένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί µὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα µεµονωµένον, τοῦ Χριστοῦ τὸ ἀφοµοίωµα, τοῦ ἐν κόσµῳ, βίου ἐν ἀνθρώποις µιµήθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐπίστρεψον στέναξον, ψυχὴ ἀθλία πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυµφῶνος ὁ Κύριος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγµα φοβείτω σε, τῶν Σοδόµων, ἄνω εἰς Σηγὼρ διασώθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Prayer Book · Orthodox House
⚠ Report a mistake
Tap a line to highlight it. The highlights are saved on this device.