ORTHODOX HOUSE
Orthodox HousePrayer Book

Ποίηµα Ἀνδρέου Κρήτης. (2)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ’ ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ’ ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐµῶν ὀφθαλµῶν, προσδέχου τοὺς σταλαγµούς· Κύριε σῶσόν µε.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τριαδικόν.

Ἕνα σε, ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑμνῶ, τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Ἄχραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἱρμὸς Ἕτερος.

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἐπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ τῇῇ, καὶ τῇ μόνῃ δεξι᾿᾿, καὶ.

Τροπάρια.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τίνι ὡµοιώθης, πολυαµάρτητε ψυχὴ; ? σῶµα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Πάντας τοὺς πρὸ νόµου, παραδραµοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡµοιώθης, οὐ τὸν Ἐνὼς ἐµιµήσω, οὐ τὸν Ἐνὼχ τῇ µεταθέσει, οὐ τὸν Νῶε, ἀλλ’ τῆς Νῶε, ἀλλ’.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐµοί, καὶ νεανίσκον εἰς τραῦµα, Λάµεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦσαν,.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὢ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας, ὡς Κάϊν ὁ ὁ φονεύηδόνος, ὡς Κάϊν ὁ φονεύης,

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

? σαῖς ἐπιθυμίαις, εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τέτρωμαι, πέπληγμαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστήξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν, ?? ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Γνῶτε καὶ ἴδετε, ὅτι ἐγώ εἰµι Θεός, ὁ ἐρευνῶν καρδίας, καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας, καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταῖς ἀβάτοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες· Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡμᾶς.

Δόξα. Τριαδικόν.

Ἄναρχε ἄκτιστε, Τριὰς ἀµέριστε Μονάς, µετανοοῦντά µε δέξαι, ἡµαρτηκότα σῶσον, σὸν εἰµι πλάσµα, µὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν. Θεοτοκίον.

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον.

Τροπάρια.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Εἰς τὸ ὄρος σῴζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Φεῦγε ἐµπρησµὸν ὦ ψυχή, φεῦγε Σοδόµων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐξομολογοῦμαί σοι Σωτήρ. Ἥμαρτόν σοι ἀμέτρως, ἀλλ’ ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἥµαρτόν σοι µόνος ἐγώ, ἥµαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδῃς με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τριαδικόν.

Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτοκίον.

Χαῖρε θεοδόχε γαστήρ· χαῖρε θρόνε Κυρίου· χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.

Εἱρμὸς Ἕτερος.

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Τροπάρια.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας μού, πρὸ τοῦ τέλους· Ἥμαρτον ἱλάσθητι σῶσόν με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐµιµησάµην, τὴν ἐκείνων κληρωσάµενος, καταδίκην, ἐν κατακλυσµῷ καταδύσεως.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἡµάρτηκα Κύριε, ἡµάρτηκά σοι ἱλάσθητί µοι· οὐ γάρ ἐστιν ὃς τις ἥµαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσµασι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν Χὰµ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμήσαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόμενον, μεθάναστην, τούτου τὴν προαίρεσιν μίμηησαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῷ Κυρίῳ, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθῃς λαγνεύουσα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφοµοίωµα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐπίστρεψον στέναξον, ψυχὴ ἀθλία πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυμφῶνος ὁ Κύριος.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμά φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

✒ Orthodox House translation — being checked against the traditional text.
Prayer Book · Orthodox House
⚠ Report a mistake
Tap a line to highlight it. The highlights are saved on this device.