ORTHODOX HOUSE
Orthodox HouseМолитвослов

Ποίηµα Ἀνδρέου Κρήτης. (1)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

ᾨδὴ αʹ. Ἦχος πλ. βʹ. Ὁ Εἱρµός.

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό µοι εἰς σωτηρίαν, οὗτός µου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός µου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πόθεν ἄρξοµαι θρηνεῖν, τὰς τοῦ ἀθλίου µου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ; ἀλλ’ ὡς εὔσπλαγχνός µοι δός, παραπτωµάτων ἄφεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξοµολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν µετανοίᾳ δάκρυα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν πρωτόπλαστον Ἀδάµ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐµαυτόν, γυµνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁµαρτίας µου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Οἴµοι τάλαινα ψυχή! τί ὡµοιώθης τῇ πρώτῃ Εὔᾳ; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητή µοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐµπαθὴς λογισµός, δεικνὺς τὰ ἡδέα, καὶ γευόµενος ἀεί, τῆς πικρᾶς καταπόσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐπαξίως τῆς Ἐδέµ, προεξερρίφη ὡς µὴ φυλάξας, µίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάµ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν τοῦ Κάϊν ὑπελθών, µιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ’ αὐτῆς, ταῖς πονηραῖς µου πράξεσι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῇ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡµοιώθην δικαιοσύνῃ, δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς ὁ Κάϊν καὶ ἡµεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγοµεν ὁµοῦ· διὸ καὶ κατεκρίθηµεν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν πηλὸν ὁ κεραµεύς, ζωοπλαστήσας ἐνέθηκάς µοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ’ ὦ Ποιητά µου, Λυτρωτά µου καὶ Κριτὰ µετανοοῦντα δέξαι µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁµαρτίας ἃς εἰργασάµην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώµατός µου πληγάς, ἃς µοι ἔνδον, µιαιφόνοι λογισµοί, λῃστρικῶς ἐναπέθηκαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ καὶ ἥµαρτον Σωτήρ, ἀλλ’ οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συµπαθῶς, καὶ σπλαγχνίζῃ θερµῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐρριµµένον µε Σωτήρ, πρὸ τῶν θυρῶν σου κἂν ἐν τῷ γήρει, µή µε ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός µοι δός, παραπτωµάτων ἄφεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισµοῖς µου, ὅλως ὑπ’ αὐτῶν τετραυµάτισµαι νῦν, ἐπλήσθην µωλώπων, ἀλλ’ αὐτός µοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἱερεύς µε προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυµνόν, ἀλλ’ ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς µε οἴκτειρον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Ἀµνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁµαρτίας, ἆρον τὸν κλοιὸν ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, δάκρυα κατανύξεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μετανοίας ὁ καιρός, προσέρχοµαί σοι τῷ Πλαστουργῷ µου· Ἆρον τὸν κλοιὸν ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, δάκρυα κατανύξεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μὴ βδελύξῃ µε Σωτήρ, µὴ ἀπορρίψῃς τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, παραπτωµάτων ἄφεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσµατά µου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάµην, ὅλον ἐµπαθῶς, ἀµελῶν ῥαθυµῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἂν ἐν τῷ τέλει, σῶσόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁµαρτίᾳ, ἔρηµός εἰµι ἀρετῶν εὐσεβῶν, λιµώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σύ µε οἴκτειρον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡµάρτηκά σοι, ἱλάσθητί µοι, ἆρον τὸν κλοιὸν ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, µετανοοῦντα δέξαι µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μὴ εἰσέλθῃς µετ’ ἐµοῦ, ἐν κρίσει φέρων µου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρµάς, ἀλλ’ ἐν οἰκτιρµοῖς σου, παρορῶν µου τὰ δεινά, σῶσόν µε Παντοδύναµε

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Σύ µοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προµηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασµόν, καὶ ᾆσαι προθύµως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήµατα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὑποκύψασα Χριστοῦ, τοῖς θείοις νόµοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρµάς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς µίαν ἐκατώρθωσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἱκεσίαις σου ἡµᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίµων, καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ, ἀνυµνοῦντάς σε κλεινέ, ἀνάδειξον δεόµεθα.

Δόξα. Τριαδικόν.

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουµένη, ἆρον τὸν κλοιόν, ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑµνούντων, ἆρον τὸν κλοιόν, ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, µετανοοῦντα δέξαι µε.

ᾨδὴ βʹ. Ὁ Εἱρµός.

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυµνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδηµήσαντα. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, µετανοούσης Θεῷ, καὶ ἀνυµνούσης αὐτόν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πρόσχες µοι, ὁ Θεὸς ὁ Σωτήρ µου, ἱλέῳ ὄµµατί σου, καὶ δέξαι µου, τὴν θερµὴν ἐξοµολόγησιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, µόνος ἡµάρτηκά σοι, ἀλλ’ οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίηµά σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ζάλη µε, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ’ ὡς τῷ Πέτρῳ κᾀµοί, τὴν χεῖρα ἔκτεινον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρµον, κᾀγὼ προβάλλοµαι. Ἱλάσθητί µοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἠµαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Διέρρηξα, νῦν τὴν στολὴν µου τὴν πρώτην, ἣν ἐξυφάνατό µοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖµαι γυµνός.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐνδέδυµαι, διερρηγµένον χιτῶνα, ὃν ἐξυφάνατό µοι, ὁ ὄφις τῇ συµβουλῇ, καὶ καταισχύνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖµαι γυµνός, καὶ καταισχύνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν µου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, µακρύνοντες κατ’ ἐµοῦ τὴν ἀνοµίαν αὐτῶν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν µου, καὶ ἄρτι κεῖµαι γυµνός, καὶ καταισχύνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Κατέρραψε, τοὺς δερµατίνους χιτῶνας, ἡ ἁµαρτία κᾀµοί, γυµνώσασά µε τῆς πρίν, θεοϋφάντου στολῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Περίκειµαι, τὸν στολισµὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐµῶν, αὐτεξουσίων παθῶν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐστόλισµαι, κατεστιγµένον χιτῶνα, καὶ ἠµαγµένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐµπαθοῦς, καὶ φιληδόνου ζωῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐσπίλωσα, τὸν τῆς σαρκός µου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ’ εἰκόνα Σωτήρ, καὶ καθ’ ὁµοίωσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φιλόϋλον, καὶ φιλοκτήµονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐκόσµησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισµῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῆς ἔξωθεν, ἐπιµελῶς εὐκοσµίας, µόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μορφώσας µου, τὴν τῶν παθῶν ἀµορφίαν, ταῖς φιληδόνοις ὁρµαῖς, ἐλυµηνάµην τοῦ νοῦ τὴν ὡραιότητα.

Молитвослов · Orthodox House
⚠ Сообщить об ошибке
Нажмите на строку, чтобы выделить её. Выделения сохраняются на этом устройстве.