ORTHODOX HOUSE
Orthodox HouseΠροσευχητάριο

Ποίηµα Ἀνδρέου Κρήτης. (1)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

ᾨδὴ αʹ. Ἦχος πλ. βʹ. Ὁ Εἱρμός.

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. (δίς)

Τροπάρια.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

τὰς τοῦ ἀθλίου μού βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ; ἀλλ’ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητή μοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐµπαθὴς λογισµός, δεικνὺς τὰ ἡδέα, καὶ γευόµενος ἀεί, τῆς πικρᾶς καταπόσεως.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὴν τοῦ Κάϊν ὑπελθών, μιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ’ αὐτῆς, ταῖς πονηραῖς μου πράξεσι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τῇ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνῃ, δῶρά σοι δεκτά, προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ· διὸ καὶ κατεκρίθημεν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ’ ὦ Ποιητά μού, Λυτρωτά μού καὶ Κριτὰ μετανοοῦντα δέξαι με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἃς μοι ἔνδον, μιαιφόνοι λογισμοί, λῃστρικῶς ἐναπέθηκαν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Εἰ καὶ ἥµαρτον Σωτήρ, ἀλλ’ οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐρριμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἂν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου, ὅλως ὑπ’ αὐτῶν τετραυμάτίσμααι νῦν, ἐπλήσθην μωλώπων, ἀλλ’ αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἱερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ’ ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ἆρον τὸν κλοιὸν ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου· Ἆρον τὸν κλοιὸν ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Μὴ βδελύξῃ με Σωτήρ, μὴ ἀπορρίψῃς τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἂν ἐν τῷ τέλει, σῶσόν με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁµαρτίᾳ, ἔρηµός εἰµι ἀρετῶν εὐσεβῶν, λιµώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡµάρτηκά σοι, ἱλάσθητί μοι, ἆρον τὸν κλοιὸν ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, µετανοοῦντα δέξαι µε.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Μὴ εἰσέλθῃς μετ’ ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμάς, ἀλλ’ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Σύ μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ᾆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμάς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίμων, καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ, ἀνυμνοῦντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.

Δόξα. Τριαδικόν.

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιόν, ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

ᾨδὴ βʹ. Ὁ Εἱρμός.

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα. (δίς)

Τροπάρια.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Πρόσχες μοι, ὁ Θεὸς ὁ Σωτήρ μού, ἱλέῳ ὄματί σου, καὶ δέξαι μού, τὴν θερμὴν ἐξομολόγησιν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ’ ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι. Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἠµαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Διέρρηξα, νῦν τὴν στολὴν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

? ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μού πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μάκρύνοντες κατ’ ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Κατέρραψε, τοὺς δερµατίνους χιτῶνας, ἡ ἁµαρτία κᾀµοί, γυµνώσασά µε τῆς πρίν, θεοϋφάντου στολῆς.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

' εἰκόνα Σωτήρ, καὶ καθ’ ὁμοίωσιν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Μορφώσας μου, τὴν τῶν παθῶν ἀµορφίαν, ταῖς φιληδόνοις ὁρµαῖς, ἐλυµηνάµην τοῦ νοῦ τὴν ὡραιότητα.

✒ Μετάφραση Orthodox House — ελέγχεται με βάση το παραδοσιακό κείμενο.
Προσευχητάριο · Orthodox House
⚠ Αναφορά λάθους
Αγγίξτε μια γραμμή για να την επισημάνετε. Οι επισημάνσεις αποθηκεύονται στη συσκευή.