Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.
Ἀπάθειαν, ἐκτήσω οὐράνιον, δι’ ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑµνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.
Τῆς Κρήτης σε, Ποιµένα καὶ πρόεδρον, καὶ Οἰκουµένης πρεσβευτήν, ἐγνωκὼς προστρέχω, Ἀνδρέα καὶ βοῶ σοι· Ἐξελοῦ µε Πάτερ, βυθοῦ τῆς ἁµαρτίας.
Δόξα. Τριαδικόν.
Τριάς εἰµι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωµένη. Ὁ Πατήρ φησιν, ὁ Υἱὸς καὶ θεῖον Πνεῦµα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ µήτρα σου, Θεὸν ἡµῖν ἔτεκε, µεµορφωµένον καθ’ ἡµᾶς, ἀλλ’ ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶµεν.
Εἶτα ψάλλοµεν ἀργῶς τὸ παρόν.
Κοντάκιον. Ἦχος πλ. βʹ.
Ψυχή µου ψυχή µου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ µέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
ᾨδὴ ζʹ. Ὁ Εἱρµός.
Ἡµάρτοµεν, ἠνοµήσαµεν, ἠδικήσαµεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαµεν, οὐδὲ ἐποιήσαµεν, καθὼς ἐνετείλω ἡµῖν, ἀλλὰ µὴ παραδῴης ἡµᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.
Τροπάρια.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἡµάρτηκα, ἐπληµµέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁµαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς µώλωψι τραῦµα ἐµοί, ἀλλ’ αὐτός µε ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Τὰ κρύφια τῆς καρδίας µου, ἐξηγόρευσά σοι τῷ Κριτῇ µου, ἴδε µου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψιν µου, καὶ πρόσχες τῇ κρίσει µου νῦν, καὶ αὐτός µε ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλ’ ὅρα µὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥµαρτε διττῶς ψυχή µου, βέλει µὲν τοξευθεὶς τῆς µοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς· ἀλλ’ αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώµην ὁρµαῖς.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Συνῆψε µέν, ὁ Δαυῒδ ποτέ, ἀνοµήµατι τὴν ἀνοµίαν· φόνῳ γὰρ τὴν µοιχείαν ἐκίρνα, τὴν µετάνοιαν εὐθὺς παραδείξας διπλῆν· ἀλλ’ αὐτὴ πονηρότερα εἰργάσω, ψυχή, µὴ µεταγνοῦσα Θεῷ.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Δαυῒδ ποτὲ ἀνεστήλωσε, συγγραψάµενος ὡς ἐν εἰκόνι, ὕµνον, δι’ οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων· Ἐλέησόν µε· σοὶ γὰρ µόνῳ ἐξήµαρτον, τῷ πάντων Θεῷ, αὐτὸς καθάρισόν µε.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ µόσχου, µόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλ’ αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἀκήκοας, τοῦ Ἀβεσσαλώµ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός· ἀλλ’ αὐτὴ ἐµιµήσω, τὰς αὐτοῦ ἐµπαθεῖς, καὶ φιληδόνους ὁρµάς.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωµα τῷ σώµατί σου· ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς. Ἀλλ’ αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ὁ Σολοµών, ὁ θαυµάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωµοίωσας.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ταῖς ἡδοναῖς, ἐξελκόµενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴµοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐµιµήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Τὸν Ῥοβοάµ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν, ἅµα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάµ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἀλλὰ φεῦγε τὴν µίµησιν, καὶ κράζε Θεῷ· Ἥµαρτον οἴκτειρόν µε.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς µιάσµασι ψυχή µου, οἴµοι! γέγονας σαρκικῶν µολυσµάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλ’ ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁµαρτίας σου.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἐνέπρησεν Ἠλιοὺ ποτέ, δὶς πεντήκοντα τῆς Ἰεζάβελ, ὅτε τοὺς τῆς αἰσχύνης προφήτας, κατηνάλωσεν, εἰς ἔλεγχον τοῦ Ἀχαάβ. Ἀλλὰ φεῦγε τὴν µίµησιν τῶν δύω ψυχή, καὶ κραταιώθητι.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἐκλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιµὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοῖς Ἠλιοῦ τοῦ θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ. Ἀλλὰ τῇ Σαραφθίᾳ ὁµοιώθητι, θρέψον Προφήτου ψυχήν.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήµατα τῇ προαιρέσει, στήσασα ὡς βδελύγµατα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσµατα. Ἀλλ’ αὐτοῦ τὴν µετάνοιαν, ζηλοῦσα θερµῶς, κτῆσαι κατάνυξιν.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήµατά µου, ἥµαρτον, ὡς οὐχ ἥµαρτε Πόρνη, καὶ ἠνόµησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλ’ οἰκτείρησον Δέσποτα τὸ ποίηµά σου, καὶ ἀνακάλεσαί µε.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπηµαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαµπάς· ἀλλ’ οἰκτείρας ἀπόδος µοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἐπίστρεψον, µετανόησον, ἀνακάλυψον τὰ κεκρυµµένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις µου τὰ κρύφια µόνε Σωτήρ, καὶ αὐτός µε ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἐξέλιπον, αἱ ἡµέραι µου, ὡς ἐνύπνιον ἐγειροµένου· ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης µου προσθῆναί µοι χρόνους ζωῆς. Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί µοι ψυχή, εἰ µὴ ὁ πάντων Θεός;
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.
Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεοµήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀµοὶ τῷ δούλῳ σου.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.
Ὃν ἔστερξας, ὃν ἐπόθησας, δι’ ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόµενος πᾶσιν ἡµῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβοµένοις αὐτόν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.
Τῆς πίστεως ἐν τῇ πέτρᾳ µε, ταῖς πρεσβείαις σου στήριξον Πάτερ, φόβῳ µε τῷ ἐνθέῳ τειχίζων, καὶ µετάνοιαν, Ἀνδρέα παράσχου µοι νῦν, δυσωπῶ σε καὶ ῥῦσαί µε, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων µε.
Δόξα. Τριαδικόν.
Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁµοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἓν ἅγιον ὑµνεῖται Θεὸς ἡ Τριάς, ἀλλ’ ἀνύµνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡµῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.
ᾨδὴ ηʹ. Ὁ Εἱρµός.
Ὃν Στρατιαὶ οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶµ καὶ τὰ Σεραφίµ, πᾶσα πνοὴ καὶ κτίσις ὑµνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τροπάρια.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἡµαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν µου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι µετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥµαρτόν σοι, σῶσον, ἠνόµησα, ἐλέησόν µε.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ὁ διφρηλάτης, Ἠλίας, ἅρµατι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή µου, τὴν ἄνοδον ἀναλογίζου.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ µηλωτῇ Ἠλιού, δι’ Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή µου, ταύτης οὐ µετέσχες, τῆς χάριτος δι’ ἀκρασίαν.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ὁ Ἐλισσαῖος, ποτὲ δεξάµενος, τὴν µηλωτὴν Ἠλιού, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή µου, ταύτης οὐ µετέσχες, τῆς χάριτος δι’ ἀκρασίαν.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Ἡ Σωµανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώµῃ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυµφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Τοῦ Γιεζῆ, ἐµιµήσω τάλαινα, τὴν γνώµην τὴν ῥυπαράν, πάντοτε ψυχή· οὗ τὴν φιλαργυρίαν, ἀπώθου κᾂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.
Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνοµα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραµε τῇ µετανοίᾳ.
Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.