ORTHODOX HOUSE
Orthodox HousePrayer Book

(Ἀντιόχου Μοναχοῦ τοῦ Πανδέκτου)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

Καὶ δὸς ἡµῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώµατος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡµᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁµαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρµὰς τῶν παθῶν , σβέσον τὰ πεπυρωµένα βέλη τοῦ πονηροῦ τὰ καθ’ ἡµῶν δολίως κινούµενα. Τὰς τῆς σαρκὸς ἡµῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡµῶν φρόνηµα κοίµισον. Καὶ δώρησαι ἡµῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισµόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγµένον. Διανάστησον δὲ ἡµᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγµένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν µνήµην τῶν σῶν κριµάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡµῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑµνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιµον καὶ µεγαλοπρεπὲς ὄνοµα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογηµένη Θεοτόκε, προσάγαγε τὴν ἡµετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡµῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡµῶν.

Ἡ ἐλπίς µου ὁ Πατήρ, καταφυγή µου ὁ Υἱός, σκέπη µου τὸ Πνεῦµα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα µου, εἰς σὲ ἀνατίθηµι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν µε ὑπὸ τὴν σκέπην σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Εὐλόγησον.

ΙΕΡΕΥΣ

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡµῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναµώµου ἁγίας αὐτοῦ Μητρός, (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶµ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡµᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εὐξώµεθα ὑπὲρ εἰρήνης τοῦ κόσµου.

(Κύριε, ἐλέησον.)

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθµοῦ) ἡµῶν (τοῦ δεῖνος).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡµῶν ἔθνους.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡµῶν.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡµῖν.

Ὑπὲρ τῶν µισούντων καὶ ἀγαπώντων ἡµᾶς.

Ὑπερ τῶν ἐντειλαµένων ἡµῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

Ὑπὲρ ἀναρρύσεως τῶν αἰχµαλώτων.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειµένων.

Εὐξώµεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαµένων πατέρων καὶ ἀδελφῶν ἡµῶν, τῶν ἐνθάδε εὐσεβῶς κειµένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

Εἴπωµεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡµᾶς.

(Ἀµήν.)

Prayer Book · Orthodox House
⚠ Report a mistake
Tap a line to highlight it. The highlights are saved on this device.