Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν ?? τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. τοῦ πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμίσον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμήν τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. ? εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιµον καὶ µεγαλοπρεπὲς ὄνοµα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Εὐλόγησον.
ΙΕΡΕΥΣ
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμίων Ἰωακεὶμ καὶ ἁγίας τῶν ἁγίων. καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
(Κύριε, ἐλέησον.)
Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
ΙΕΡΕΥΣ
→ ἐλέησον καὶ σῶσον ἡμᾶς.
(Ἀμήν.)