ORTHODOX HOUSE
Orthodox HousePrayer Book

Ποίηµα Ἀνδρέου Κρήτης. (6)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, µετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐµιµήσω, ἀλλ’ ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόµου, καὶ µετὰ νόµον ἑπταικότων.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν ἐν τῷ λάκκῳ, βορβόρου ἤκουσας, Ἱερεµίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, µίµησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραµε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν µὴ ψευσθῆναι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόµατα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καµίνου φλόγα καιοµένην.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραµµόν, µίµησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁµαρτίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί µε τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς µέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες µοι πρὸ τέλους, δι’ ἀρετῆς καὶ µετανοίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες µοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι µου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς µου ψυχῆς, µόνε ἰατρέ, µάλαγµά µοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα µετανοίας, κατάνυξιν µετὰ δακρύων.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Χαναναίαν, κᾀγὼ µιµούµενος· Ἐλέησόν µε βοῶ, τῷ Υἱῷ Δαυΐδ, ἅπτοµαι τοῦ κρασπέδου, ὡς ἡ Αἱµορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς µύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ καὶ µηδείς, ὡς ἐγώ σοι ἥµαρτεν, ἀλλ, ὅµως δέξαι κᾀµέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ µετανοοῦντα, καὶ πόθῳ κεκραγότα· Ἥµαρτόν σοι µόνῳ, ἠνόµησα, ἐλέησόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσµατος, καὶ ζήτησον ὡς ποιµήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν µε θρέµµα, ἐν τῇ νοµῇ τῶν σῶν προβάτων.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ᾧ ποῖος φόβος τότε! καµίνου καιοµένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήµατός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασµοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγµένη, τοῦ Πνεύµατος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφηµοῦντας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Θαῦµα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιµᾶς. Ἄγγελον γὰρ ἑώρα, ἐν σώµατι καὶ θάµβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑµνῶν εἰς τοὺς αἰῶνας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν, κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσµοῦ µε, τῆς ἀνοµίας λύσιν, νῦν εὑρεῖν εὐχαῖς σου, Διδάσκαλε, Ὁσίων δόξα.

Δόξα. Τριαδικόν.

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦµα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦµα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν µε.

Καὶ νῦν. Θεοτοκίον.

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐµµανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιµῶµεν.

ᾨδὴ θʹ. Ὁ Εἱρµός.

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερµήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τάς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυµφον Μητέρα, ὀρθοδόξως µεγαλύνοµεν. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ νοῦς τετραυµάτισται, τὸ σῶµα µεµαλάκισται, νοσεῖ τὸ πνεῦµα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό µοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσµογένεσιν, καὶ ἐξ ἐκείνου, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐµιµήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαµαρτήσασα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Νόµος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρηµέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος, αἱ τραυµατίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγµατα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁµαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεµνότητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσοµιλήσας µοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁµαρτίας δίχα, ὑπογραµµόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς µετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ µετανόησον, ἡ θύρα ἠνέῳκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ µοιχοὶ µεταποιούµενοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς Μάγους ἔσωσε, Ποιµένας συνεκάλεσε, Νηπίων δήµους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ’ οὐαί σοι ἐν τῷ κρίνεσθαι!

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Νηστεύσας ὁ Κύριος, ἡµέρας τεσσαράκοντα, ἐν τῇ ἐρήµῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ µὴ ἀθυµήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσµου πάσας ἐν ῥιπῇ· Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶµα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τρυγὼν ἡ φιλέρηµος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων µετάνοιαν, Ἡρῴδης ἠνόµησε, σὺν τῇ Ἡρῳδιάδι. Βλέπε ψυχή µου µὴ παγῇς, τῶν ἀνόµων ταῖς παγίσιν, ἀλλ’ ἀσπάζου τὴν µετάνοιαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν ἔρηµον ᾤκησε, τῆς χάριτος ὁ Πρόδροµος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαµάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωµολογοῦντο, τὰς ἁµαρτίας ἑαυτῶν, βαπτιζόµενοι προθύµως, οὓς αὐτὴ οὐκ ἐµιµήσω ψυχή.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ γάµος µὲν τίµιος, ἡ κοίτη δὲ ἀµίαντος· ἀµφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόµενος, καὶ ἐν Κανᾷ τῷ γάµῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦµα, ἵνα σὺ µετατεθῇς ὦ ψυχή.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύηµα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαµαρείτιδι φανείς, τὴν ἐν πνεύµατι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Αἱµόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαµαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰς νόσους ἰώµενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁµαρτωλοῖς ὡµίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προµεταστάσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· ὁ µὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν µε, ὁ δὲ ἐκόµπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ζακχαῖος Τελώνης ἦν, ἀλλ’ ὅµως διεσῴζετο, καὶ Φαρισαῖος, ὁ Σίµων ἐσφάλλετο, καὶ Πόρνη ἐλάµβανε, τὰς ἀφεσίµους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁµαρτίας, ἣν ψυχὴ σπεῦσον µιµήσασθαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Πόρνην ὦ τάλαινα, ψυχή µου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, µύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέµαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκληµάτων, τὸ χειρόγραφον ῥηγνύοντος αὐτῇ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή µου ἔγνως, ὅπως κατηράθησαν, φοβοῦ τὸ ὑπόδειγµα, µὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόµοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Prayer Book · Orthodox House
⚠ Report a mistake
Tap a line to highlight it. The highlights are saved on this device.