ORTHODOX HOUSE
Orthodox HousePrayer BookPrayers of Great Lent

На 6-м часе́ (2)

Русский

Ὅρασις, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμώς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ, ἐν βασιλεία Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δὲ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαί, ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι! ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγεῖτε, προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρίᾳ, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἐστί μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων, καὶ τράγων οὐ βούλομαι. Οὐδ´ ἂν ἔρχησθε ὀφθῆναι μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου, οὐ προσθήσεσθε· ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοι ἐστί· Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγεννήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾿ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν, αἵματος πλήρεις. Λούσασθε, καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· ἐκζητήσατε κρίσιν· ῥύσασθε ἀδικούμενον· κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος· ἐὰν ὧσιν αἱ ἁμαρτίαι ἡμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὧσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

* * *

Проки́мен, глас седьмы́й: Рабо́тайте Го́сподеви со стра́хом и ра́дуйтеся Ему с тре́петом.

Стих: Вску́ю шата́шася язы́цы, и лю́дие поучи́шася тще́тным?

Прокимен (псалом 2), глас 7: Служи́ть начни́те Го́споду со стра́хом и с тре́петом лику́йте перед Ни́м!

Стих: Заче́м племена́ возропта́ли, и наро́ды предпри́няли тще́тное?

Προκείμενον. Ἦχος βαρὺς Ψαλμὸς β´. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

Στίχ. Ἵνα τι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

* * *

Translation into this language is being prepared — the original text is shown for now.
Prayer Book · Orthodox House
⚠ Report a mistake
Tap a line to highlight it. The highlights are saved on this device.