ORTHODOX HOUSE
Orthodox HouseМолитвослов

ΑΠΟΔΕΙΠΝΟΝ τῇ Τετάρτῃ τὸ Βράδυ

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

Ὡρολόγιον Τριώδιον

Τῇ Τετάρτῃ Εʹ Ἑβδοµάδος εἰς τὸ Ἀπόδειπνον.

Ὁ Μέγας Κανών.

Ἀπόδειπνον Μικρόν

ΙΕΡΕΥΣ

Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀµήν.

ΙΕΡΕΥΣ

Δόξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡµῶν.

ΑΝΑΓΝΩΣΤΗΣ

Τρισάγιον.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (ἐκ γʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον. Καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν. Καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ρῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀµήν.)

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀµήν. Κύριε, ἐλέησον. (ιβʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν τῷ Βασιλεῖ ἡµῶν Θεῷ.

Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ τῷ Βασιλεῖ ἡµῶν Θεῷ.

Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡµῶν.

Молитвослов · Orthodox House
⚠ Сообщить об ошибке
Нажмите на строку, чтобы выделить её. Выделения сохраняются на этом устройстве.