ORTHODOX HOUSE
Orthodox HousePrayer Book

(Παύλου µοναχοῦ, Μονῆς τῆς Εὐεργέτιδος)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

Ἄσπιλε, ἀµόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυµφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡµῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισµένων µόνη ἐλπὶς καί τῶν πολεµουµένων βοήθεια, ἡ ἑτοίµη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· µὴ βδελύξῃ µε τὸν ἁµαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισµοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐµαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυµίᾳ γνώµης, δοῦλον γενόµενον. Ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐµοὶ τῷ ἁµαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι µου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφεροµένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶ ἡµῶν Δεσπότην καὶ Κύριον, τῇ µητρικῇ σου παρρησίᾳ χρωµένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀµοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών µου τὰ ἀναρίθµητα πταίσµατα, ἐπιστρέψῃ µε πρὸς µετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιµον ἀναδείξῃ µε. Καὶ πάρεσό µοι ἀεὶ ὡς ἐλεήµων καὶ συµπαθὴς καὶ φιλάγαθος, ἐν µὲν τῷ παρόντι βίῳ θερµὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα µε· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου µου τὴν ἀθλίαν µου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιµόνων πόρρω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷ ἡµέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου µε ῥυοµένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡµῶν κληρονόµον µε ἀποδεικνύουσα. Ἧς καὶ τύχοιµι, Δέσποινα µου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς µεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς ΣουΥἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιµὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Prayer Book · Orthodox House
⚠ Report a mistake
Tap a line to highlight it. The highlights are saved on this device.