Κύριε, εἰσάκουσον τῆς προσευχῆς µου, ἐνώτισαι τὴν δέησίν µου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν µου ἐν τῇ δικαιοσύνῃ σου· καὶ µὴ εἰσέλθῃς εἰς κρίσιν µετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν µου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν µου, ἐκάθισέ µε ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐµὲ τὸ πνεῦµά µου, ἐν ἐµοὶ ἐταράχθη ἡ καρδία µου. Ἐµνήσθην ἡµερῶν ἀρχαίων, ἐµελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήµασι τῶν χειρῶν σου ἐµελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς µου· ἡ ψυχή µου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν µου, Κύριε, ἐξέλιπε τὸ πνεῦµά µου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐµοῦ, καὶ ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν µοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν µοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσοµαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν µου. Ἐξελοῦ µε ἐκ τῶν ἐχθρῶν µου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Τὸ πνεῦµά σου τὸ ἀγαθὸν ὁδηγήσει µε ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόµατός σου, Κύριε, ζήσεις µε, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν µου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς µου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν µου, ὅτι ἐγὼ δοῦλός σου εἰµι.