ORTHODOX HOUSE
Orthodox HouseΠροσευχητάριο

Ποίηµα Ἀνδρέου Κρήτης. (4)

РусскийالعربيةБългарскиČeštinaDeutschΕλληνικάEnglishEspañolFrançaisქართულიМакедонскиPolskiRomânăSlovenčinaShqipСрпскиУкраїнська

Ἀνδρέα Πατέρων κλέος, εὐχαῖς σου μὴ ἐπιλάθῃ καθικετεύων, παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως, οἱ πόθῳ προστάτην σε θεῖον, ἐπικαλοῦντες, τὸπισά ἐγκαμοῦντες.

Δόξα. Τριαδικόν.

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, ?? σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν. Θεοτοκίον.

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι’ ἀµφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόµους φύσεως, ἡ νηδὺς δὲ κύεκ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ .

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξον με ποιεῖν, ἀεὶ τὸ θέλημά σου. (δίς)

Τροπάρια.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐν νυκτὶ τὸν βίον μού διῆλθον ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά μοι ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλ’ ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὸν Ῥουβὶµ μιµούµενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσµον, καὶ παράνοµον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, µιάνας κοίτην ἐµήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐξομολογοῦμαί σοι Χριστὲ Βασιλεῦ. Ἥµαρτον ἥµαρτον, ὡς οἱ πρὶν τῷ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταίνου, ταῖς παραλόγοις ὁρμαῖς, ἀεὶ παρανομοῦσα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλ’ εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου· ἐγὼ δέ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τοῦ Μωσέως ἤκουσας τὴν θίβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν, νῦν ὡς ὁ μέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὡς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν διὰ τῆς μετανοίας;

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς, δεῦρο ἵνα καὶ τῆς δὲ μίμηησαι, τὴν αὐτοῦ διαγωγήν, ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, δι’ οὗ δυνήσῃ καὶ σύ, μεγάλα ἐκτελέσαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄµωµον ἄδολον, ἀλλ’ ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὡς βαρὺς τὴν γνώμην Φαραὼ τῷ πικρῷ, γέγονα Κύριε, Ἰαννὴς καὶ Ἰαμβρὴς τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν μοι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τῷ πηλῷ συµπέφυρµαι ὁ τάλας τὸν νοῦν, πλῦνόν µε Δέσποτα, τῷ λουτῆρι τῶν ἐµῶν, δακρύων δέοµαί σου, τὴν τῆς σαρκός µου στολήν, λευκάνας ὡς χιόνα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥµαρτον ἄνες μοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Δι’ ἐµὲ Θεὸς ὢν ἐµορφώθης ἐµέ, ἔδειξας θαύµατα, ἰασάµενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱµόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥύσιν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

τοῦ ? αὐτοῦ· Ἡ πίστις σου σέσωκέ σε.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ, καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάµατα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν’ ὡς ἡ Σαµαρεῖτις, µηκέτι πίνων διψῶ ζωῆς γὰρ ῥεῖθρα βρύεις.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀμέ, τυχεῖν τῆς ἄνω δόξης.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς ποιμένων ἄριστον Ἀνδρέα σόφε, πρόκριτον ὄντα σε, πόθῳ δέομαι πολλῷ, καὶ φόβῳ σαῖς πρεσβείαις, τῆς σωτηρίας τυχεῖν, καὶ ζωῆς αἰωνίου.

Δόξα. Τριαδικόν.

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου. (δίς)

Τροπάρια.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὰ δάκρυα Σωτὴρ τῶν ὀμηάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα μὴ τὸ χάσμά, τῆς γῆς σὲ συγκαλύψῃ.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὡς δάµαλις ψυχὴ παροιστρήσασα, ἐξωµοιώθης τῷ Ἐφραίµ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ μὴ ἀπογνῷς σεαυτήν, κἂν ἐλεπρώθης.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμῳ.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὡς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς ' εὐνομίας.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἀντίστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

→ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή, Θεὸς κελεύει.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας με Σωτήρ, τοῦ θηρός με ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλ’ ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.

Ἐγώ εἰµι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλ’ ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἵνα παθῶν, φλογμὸν κατασβέσῃς, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.

✒ Μετάφραση Orthodox House — ελέγχεται με βάση το παραδοσιακό κείμενο.
Προσευχητάριο · Orthodox House
⚠ Αναφορά λάθους
Αγγίξτε μια γραμμή για να την επισημάνετε. Οι επισημάνσεις αποθηκεύονται στη συσκευή.